<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="45"><p rend="indent">Ἡ Βερνίκη μὲν οὖν οὕτω καὶ αὐτὴ ταῦτα ἔχειν εἶπε, καὶ τἄλλα δὲ παρ’ ἑαυτῆς τὰ λειπόμενα προσετίθει. φαντάσματα γὰρ, ἔφη, μετὰ τὸ τῇδε αὐτὸν ἐπιστῆναι καὶ ἰνδάλματα καθ’ ἑκάστην ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν πᾶσαν ἐκπλήττει τὴν πόλιν· ὡς ἀνδριάντας μὲν αὐτοῦ διερχομένου κινεῖσθαι, καὶ σκιὰς δὲ πολλάκις αὐτοῦ προηγεῖσθαι, ἃς καὶ τῶν τεθνηκότων ψυχὰς αὐτὸς ὀνομάζει. πολλοὺς δὲ αὐτὸν καὶ γόητα λέγοντας ὕστερον εἰς εὐωχίαν δῆθεν καλέσας βοῦν τε θύσας καὶ αὐτοὺς ἑστιάσας διαφόροις περιέβαλε νόσοις, καὶ δαίμονας δὲ αὐτοῖς ἐνῆκε· καὶ ὅλως πολλοὺς κακώσας θεὸς εἶναι νενόμισται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον πῦρ ἀναφθὲν κατασβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ, μηδὲν ἐγχειρήσητε πρὸς αὐτὸν, πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἀφίκηται, ὃς τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς δυνήσεται μόνος πρὸς τοσαύτην δυναστείαν ἀνταγωνίσασθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="46"><p rend="indent">Ταῦτα τῆς Βερνίκης εἰπούσης, ἡμεῖς ἕωθεν πάντα τὰ κατὰ τὸν Σίμωνα γράψαντες εἰς περίπατον ἐτραπόμεθα. καὶ δὴ καὶ Ἀππίων ὑπαντᾷ ἡμῖν μεθ’ ἑτέρων τριάκοντα, Ἀππίων ἐκεῖνος, οὗ πρόσθεν ἐμνήσθημεν. <pb facs="MN41652ucmf_3_0064"/> καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας τε καὶ κατασπασάμενος οὗτός ἐστι Κλήμης, ἔφη τοῖς μετ’ αὐτοῦ, περὶ οὗ πολὺν ἐν εὐγενείᾳ τε καὶ τρόπων ἐλευθερίᾳ πρὸς ὑμᾶς ἐποιούμην λόγον, ὅτι ἀνὴρ γένος τε ὢν ἀπὸ Καίσαρος Τιβερίου καὶ πᾶσαν Ἑλληνικὴν παιδείαν ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ, συναγωνίσασθέ μοι πρὸς τὴν τούτου διόρθωσιν. ἐφ’ ὑμῶν γὰρ αὐτοῦ πυνθάνομαι, καὶ λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ καὶ τὰ μέγιστα ἀσεβεῖ τὰ πάτρια μὲν καταλιπὼν, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα καὶ ἀλλόκοτα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="47"><p rend="indent">Κἀγὼ πρὸς αὐτὸν τὴν μὲν πρὸς ἐμέ σου, φημὶ, ἀγαθὴν προαίρεσιν ἀποδέχομαι· τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτιπερ ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναι με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα. προφάσει γὰρ φιλίας λανθάνεις πρὸς ἀπάτην ἡμᾶς ἐκκαλούμενος. καὶ ὁ Ἀππίων οὐκοῦν ἀγνωσία σοι δοκεῖ τὰ πάτρια, ἔφη, φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ τὸν εὐσεβεῖν προῃρημένον, ἀπεκρινάμην, οὐ πάντως φυλάσσειν τὰ πάτρια δεῖ· ἀλλὰ φυλάσσειν μὲν, ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ μὴ οὕτως ἔχοντα. ἐνδέχεται γὰρ, τινὰ πατρὸς ἀσεβοῦς ὄντα καὶ βουλόμενον εὐσεβεῖν μὴ τὰ τοῦ πατρὸς ἐθέλειν μιμεῖσθαι, καὶ κατ’ ἴχνος αὐτοῖς ἕπεσθαι. καὶ ὁ Ἀππίων τί οὖν, τὸν σὸν πατέρα φῂς οὐκ ἀγαθοῦ γεγονέναι βίου; κἀγὼ ἔφην, ὅτι κακοῦ μὲν αὐτὸν οὐκ ἂν εἴποιμι, πλὴν ὅτι τοῖς ψευδέσι καὶ κακοῖς τῶν Ἐλλήνων ἐπίστευε μύθοις. καὶ ὃς τίνες οἱ μῦθοι οὗτοι; φησίν. ἐγὼ δὲ ὑπολαβὼν ἡ περὶ τὸν θεὸν, εἶπον, οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς μετὰ τῶν ἄλλων ἀκούσῃ φιλομαθῶν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="48"><p rend="indent">Διὸ πρὸ τῶν διαλόγων εἴς τινα πλείονα παρεχόμενον ἡσυχίαν ὑποχωρήσωμεν τόπον. καὶ δὴ προϊόντες, ἔνθα ναμάτων ἦν ψυχρῶν καθαρὰ ῥεύματα καὶ δένδρων παντοίων χλοερῶν τέρψις, ἐκαθεζόμεθα. ἐπεὶ δὲ πάντες ἦσαν ὁρῶντες ἀτενῶς εἰς ἐμὲ, οὕτω τοῦ πρὸς αὐτοὺς ἄρχομαι λόγου·</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="49"><p rend="indent">Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες ἐκείνους ἔχωσι τοῦ κακοῦ συνηγόρους. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο τὴν λεγομένην γένεσιν, καὶ παρ’ αὐτὴν οὔτε πάσχειν τινὰ δυνατὸν εἶναί φασιν, οὔτε ποιεῖν, ἵνα νομίσαντες, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν, οὕτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχωνται, καὶ ἁμαρτάνοντες μὴ μεταμέλωνται, ἐφ’ οἷς ἠσεβήκασιν. ἄλλοι δὲ ἀπρονόητα δογματίζουσι τὰ παρόντα, καὶ αὐτομάτως φέρεσθαι τὸ πᾶν εἰσάγουσι, μηδενὸς ἐφεστηκότος δεσπότου· ὃ δή που καὶ πάντων ἐστὶ χαλεπώτατον, οὕτω τὸν θεὸν βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας, ὥστε μηδὲ εἶναι λέγεν τὸν ἐφεστῶτα καὶ προνοούμενον καὶ τὰ κατ’ ἀξίαν τῷ πάντι ἀπονέμοντα. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται. τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.</p></div></div></body></text></TEI>