Καὶ ὁ Πέτρος· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεννηθῆναι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσησθε. καὶ ὁ Σίμων μεταβαλών· τυφλὸν ἔλεγε τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς ἠδύνατο εἶναι ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σνμφώνως τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσιν ἐπιθεὶς τοῖς ζώοις ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διὰ τί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσαντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι καὶ τὰ ὀνόματα ἐπιτέθεικε, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πέθνος, ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς; εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχε, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ, ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφὰς φιμώθητι. Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν, ἔτι μὴν καὶ· ἐπείραζε κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ, εἰ ὑπενέγκῃ, καὶ τό· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ· καὶ ἵνα μὴ εἰς πολύ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάνοιαν καὶ διάγνωσιν αἱ ῥήσεις ἔχουσιν αὗται, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν τοῦτο διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. ταῦτα δὲ πάντως μετὰ πολλὰς ἄρα συμβήσεσθαι μέλλοντα γενεὰς προγινώσκοντός ἐστι καὶ σαφέστατα εἰδότος. Ἡ μὲν οὖν περὶ τούτων ζήτησις καὶ εἰς τρίτην παρετείνετο τὴν ἡμέραν. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἀφίκοντό τινες ἐκεῖθεν ἐπαγγέλλοντες τῷ Πέτρῳ, ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν πολλοὺς τῶν ἐκεῖ κατέπληξε, καί σε πολλαῖς διαβολαῖς μισητὸν ἐποίησε. ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συναθροίσας ἐπειδὴ, φησὶν, ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισε καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσι, προλαβὼν ὁ διάβολος Σίμωνα προαπέστειλεν, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. καὶ χρή με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ. Δεῖ οὖν ἀντ’ ἐμοῦ τινα τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες τοῦ θεοῦ ἐκτενῶς δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκε χεῖρας τῷ Ζακχαίῳ καί φησι· δέσποτα κύριε ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος ἐμὲ Κλήμεντα φωνήσας καὶ Νικήτην καὶ Ἀκύλαν ἔφη. Μέλλοντί μοι πρὸς τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ, βούλομαι τὸ τάχος ὑμᾶς ἐκεῖ γενομένους καὶ παρὰ τῇ Χαναανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας τὰ κατὰ τὸν Σίμωνα πάντα διερευνησαμένους ἀκριβῶς γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ’ εἰρήνης. καὶ δὴ βαπτίζοντα καταλιπόντες αὐτὸν εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα. καὶ παρὰ τῇ προειρημένῃ Χαναανίτιδι καταχθέντες καὶ δαψιλοῦς παρ’ αὐτῇ ξενίας καὶ φιλοτίμου τυχόντες περὶ τοῦ Σίμωνος αὐτίκα διελεγόμεθα· Σίμων οὗτος ὁ μάγος, εἰπόντες, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, φυγὰς ἐνταῦθα ὡς εἶχεν εὐθὺς ἀπέδρα, καὶ λοιδορούμενος αὐτῷ συναρπάζει τὰς τῶν ἁπλουστέρων ψυχὰς, καὶ μάγος ὢν αὐτὸς μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος ὢν οὗτος τὸν ἀπόστολον πλάνον ἀποκηρύττει καὶ διὰ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγῇ αἰσχρῶς ἑαυτὸν ἐπιτρέψας φάσκει νενικηκέναι.