<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="35"><p rend="indent">Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσι δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἣν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς κύριος Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ, ταύτην ἡμῖν ἐνετείλατο τὴν προσηγορίαν πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη· εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε καὶ ἡμεῖς ἀποτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν εἰς μαρτύριον εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις. καὶ ἀληθῶς ὑμῖν λέγομεν, ἀνεκτότερον ἔσται γῆ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρί- σεως ἢ τῷ τῇς ἀπειθείας τόπῳ ἐνδιατρίβειν· πρῶτον μὲν, ὅτι ἀφ’ ἑαυτῶν οὐχ οἷοί τε γεγόνατε τὴν ἀλήθειαν ἐπιγνῶναι· δεύτερον, ὅτι τὰ καθ’ ἡμᾶς ἀκούσαντες οὐκ ἤλθετε μέχρις ἡμῶν· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ’ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν ἐθέλετε, δεῖ ὑμᾶς προθύμως τοὺς περὶ τῆς εὐσεβείας δέξασθαι λόγους, καὶ τὴν θεῷ ἀρέσκουσαν πολιτείαν ἐπανελέσθαι, ἵν’ εὐσεβῶς καὶ δικαίως ζήσαντες τῶν αἰωνίων ἀγαθῶν γένησθε κληρονόμοι. </p></div><pb facs="MN41652ucmf_3_0056"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="36"><p rend="indent">Καὶ τοῦ Πέτρου ταῦτα εἰπόντος, καὶ περὶ τῶν ἔργων τοῦ θεοῦ διδάξαντος, καὶ πόσα παρὰ τοῦ θεοῦ τῷ ἀνθρώπῳ τὰ ἀγαθὰ ἐδωρήθη, καὶ παραινέσαντος πολλὰ περὶ μοναρχίας, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον πείθων αὐτοὺς, θεοὺς μήτε ὀνομάζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ’ αὐτῶν σοι τῶν βιβλίων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι βούλομαι, πρότερον περὶ οὗ ἔφης θεοῦ δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην πρόνοιαν, καθ’ ὃ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, καὶ ὅλως οὐκ ἀγαθός. ἀμέλει καὶ τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι θεὸς, προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς, πάντων ἀπηλλαγμένος κακῶν· ὃν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="37"><p rend="indent">Αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ τυχὸν ἢ κακοῦ μὴ ἔχων γνωρίζεται, ἐφ’ ᾧ καὶ παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτὸν, ἐπεὶ μὴ τὰ πάντα ὁρᾶ, ἐπὶ τῇ Σοδόμων καταστροφῇ δεῦτε, λέγει, καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ ἵνα γνῶ· καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσι. τῷ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μή πως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσει εἰς τὸν αἰῶνα· καὶ φθονεῖ. καὶ τῷ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον· καὶ μετανοεῖ καὶ ἀγνοεῖ. τὸ γὰρ ἐνεθυμήθη, σκέψις ἐστὶν, ᾗ τις δι’ ἄγνοιαν, ὧν βούλεται, τὸ τέλος ἀκριβῶσαι θέλει· ἢ ἐπὶ τῷ παρὰ γνώμην ἀποβάντι μεταμελουμένου. καὶ τὸ γεγράφθαι, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστὶ, καὶ τὸ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι, οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν ὡς γέγραπται, καὶ ἐπείραζε κύριος τὸν Ἀβραὰμ, κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="38"><p rend="indent">Ὅμως ὁ Σίμων πολλὰ τῆς γραφῆς κακῶς ἐκλαμβάνων δεικνύειν ἔσπευδε παντὶ πάθει τοῖς ἀνθρώποις ὁμοίως τὸν θεὸν ὑποκείμενον. καὶ ὁ Πέτρος εἰ μηδὲν ἀγαπᾷ, φησὶν, ὁ κακὸς καὶ πάνυ μοχθηρὸς, ἐφ’ οἷς ἁμαρτάνει, ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων οὐκ ἀγαπᾷ, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεὸς, εἴ περ αὐτοῦ θελήματι τὰ κατ’ αὐτοῦ δεινὰ δημοσίᾳ γραφέντα προετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται μὴ κατὰ προαίρεσιν αὐτοῦ ὑφ’ ἑτέρας δυνάμεως τὸν κατ’ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας σὺ πρότερον ὡμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ καὶ ὑφ’ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέλαβε. <pb facs="MN41652ucmf_3_0058"/> -</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="39"><p rend="indent">Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν ἀκοῦσαι τὸν κατὰ τοῦ θεοῦ σου ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴ γε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστι, καὶ οὐκ ἔστιν ὁ τῶν ὅλων ἀνώτερος κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω, ἀποκρίνομαι. ἐγώ φημι, ὅτι τὰ δοκοῦντά σοι ταῦτα κατὰ θεοῦ γεγράφθαι ἀληθῆ μέν ἐστιν, ἀλλὰ καὶ οὕτως οὔπω τὸν θεὸν δείκνυσι μοχθηρόν. καὶ ὁ Σίμων πῶς οὖν, ἔφη, τοῦτο συστῆσαι δύνασαι;</p></div></div></body></text></TEI>