<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="30"><p rend="indent">Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων· τί τῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾷς; ἐκεῖνος γελῶ ὑμῶν, ἔφη, τὴν πληττόμεθα τίνι λόγῳ καὶ σεαυτὸν ἀπατᾷς. λέγε οὖν ἡμῖν, ὦ Σίμων· εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχὴν, ἀλλ’ οὖν γε σὺ καὶ ἡμεῖς· σὺ μὲν, ὤν ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας· ἡμεῖς δὲ, ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες, καὶ τὸ κελευθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἐγὼ μὲν οἶδα, τί λέγετε· ὑμεῖς δὲ οὐκ οἴδατε, περὶ τίνος διαλέγεσθε. καὶ ἐγὼ Νικήτης ἔφην· ἐπεὶ οἶδας, λέγε· εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μὴ, ἀπατᾶσθαι δύνασθαι. οὐ γὰρ ἐσμὲν οὕτω νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἡμῖν ὑποψίαν, καὶ τῷ νομίζειν σέ τι τῶν ἀποῤῥήτων εἰδέναι ὑποχειρίους λάβῃς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="31"><p rend="indent">Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώ ματος, οἶδα ὑμᾶς εἰδότας· ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἀλλὰ δαίμων τις ὑποκρινόμενος εἶναι ψυχὴ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ἐγὼ Νικήτης ἔφην· πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα· τοῦ δὲ τοιούτου λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαί ποτε. εἰ γὰρ δαίμων ὑποκρίνεται ἡ τοῦ τεθνεῶτος εἶναι ψυχὴ, τίς ἄρα τῆς ψυχῆς χρεία τοῦ χωρισθῆναι τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου τοῦ σκήνους τὴν ψυχὴν θεὶς ὑπακούει; οὐκ ἄρα δὲ καὶ αὐτὸς ἐξεταζόμενός ποτε πρὸς ἡμῶν, τίνος χάριν ἐνίοτε καὶ παύονται αἱ προσεδρεῖαι, εἴρηκας ὅτι ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἔμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾃδην πορεύεται, προσετίθεις δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαὶ, ἐπειδὴ πρὸς ᾃδην αὐτόθι χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="32"><p rend="indent">Ταῦτα τοῦ Νικήτου εἰπόντος Ἀκύλας αὐτὸς πάλιν ἔφῃ· ἐβουλόμην παρὰ σοῦ τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶ τὸ ὁρκιζόμενον, τί δὲ καὶ φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων, κόλασιν, φησὶ, παρακούσασα οἶδε μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις ἄρα γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι, πάντως ἐστὶ καὶ κρίσις. ὥστε εἰ καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας, εἶτα καὶ παρακούσαντας καταδικασθῆναι φῂς, πῶς οὐ πεφόβησαι σὺ τούτους καταναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; <pb facs="MN41652ucmf_3_0054"/> τὸ γὰρ ἤδη σε μὴ παθεῖν, ἐφ’ οἷς ἔδρασας, οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστὶν, ἵνα σὺ μὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ τούτων ἀκούσας ὠργίσθη θάνατον, εἰ μὴ σιωπῶμεν, ἡμῖν ἀπειλήσας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="33"><p rend="indent">Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ἐγὼ Κλήμης ἐπυθόμην, τί δ’ ἄρα ἐστὶν, ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἀνδριάντας, εἶπον, ποιεῖ περιπατεῖν, καὶ κυλιόμενος ἐπὶ πῦρ οὐ καίεται, ἐνίοτε δὲ καὶ πέταται, καὶ ἐκ λίθων ἄρτους ποιεῖ, ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται, θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν ὁρᾶσθαι ποεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα λεγόντων αὐτῶν ἀκούων ἐθαύμαζον· ἐμαρτύρουν δὲ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="34"><p rend="indent">Τούτων οὕτω ῥηθέντων ἧκε Ζακχαῖος τοιαῦτα τῷ Πέτρῳ διασαφῶν· ἤδη λοιπὸν, ὦ Πέτρε, καρὸς πρὸς τὸ ἐκβάντα σε διαλεχθῆναι τοῖς συνελθοῦσι. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς οὗ ἐν μέσῳ καθάπερ τις πολέμαρχος. ὑπ’ αὐτῶν δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ταῦτα ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας μικρὸν μήπω τὸ σωτήριον βάπτισμα δεξαμένῳ, ἔφη, εὐξώμεθα, ἵνα θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ τοῦτο εἰπὼν, εὐξάμενος ἐξῄει εἰς τὸν ὓπαιθρον τῆς αῦλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ, ἵν’ ἀκουσταὶ γένωνται τῶν λεχθησομένων. στὰς οὖν καὶ ἰδὼν μετὰ πάσης ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως·</p></div></div></body></text></TEI>