Σίμων οὗτος πατρὀς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ Σαμαρεὺς τὸ γένος ἀπὸ Γιτθῶν τῆς κώμης, οὐ μεῖον ἢ σχοίνους ἔξ τῆς Σαμαρέων πόλεως ἀπεχούσης. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον ἑλληνικῇ τε παιδείᾳ πάνυ ἑαυτὸν ἐξασκήσας καὶ τῇ μάγῳ τέχνῃ πολλὰ δυνηθεὶς καὶ εἰς ἀπόνοιαν ἐπαρθεὶς θέλει νομίζεσθαί τις εἶναι δύναμις ἀνωτάτω, καὶ αὐτοῦ τὸν κόσμον πάντα παραγαγόντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνιττόμενος προσαγορεύει. καὶ ταύτῃ δὴ τῇ προσηγορίᾳ κέχρηται ὡς δὴ συστησόμενός τε ἀεὶ καὶ φθορὰς αἰτίαν, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον λέγει εἶναι, οὔτε νεκροὺς ἐγερθήσεσθαι πιστεύει ποτέ. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ. Τὸ δὲ παρεισελθεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον γέγονεν οὕτως. Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστὴς, καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασι δώδεκα μαθηταὶ τὸν τοῦ ἡλίου δωδεκάμηνον φέροντες ἀριθμὸν, οὕτω καὶ αὐτῷ ἔξαρχοι γεγόνασιν ἄνδρες τριάκοντα τὸν μηνιαῖον τῆς σελήνης λόγον ἀποπληροῦντες, ἐν οἷς καὶ μία τις ἦν γυνὴ καλουμένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τίθησιν ἀριθμὸν, ὥσπερ ἄρα καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων. Μετὰ δὲ τὴν τελευτὴν Ἰωάννου τὴν Ἑλένην ὁ Σίμων παραλαβὼν περιέρχεται τοὺς ὄχλους ἀναστατῶν, αὐτήν τε τὴν Ἑλένην λέγων ἀπὸ τῶν ἀνωτάτω οὐρανῶν κατενεχθῆναι τῷ κόσμῳ, ἧς ἕνεκεν Ἕλληνές τε, φησὶ, καὶ Βάρβαροι ἐμαχέσαντο εἰκόνα ἀληθείας, καὶ πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ἥδειμεν, ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἄν καὶ αὐτοί. νῦν δὲ ὅτε πολυμανὴς ἀπατᾶν ἠθελε καὶ τοὺς ἐν θεοσεβείᾳ, ἀπέστημεν ἀπ’ αὐτοῦ. καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι φίλοις οὖσιν ἡμῖν οἷα φίλος ἐξέφανεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀποῤῥήτοις ὅρκοις τισὶ, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος ἔν τινι ἐνδοτέρῳ οἴκῳ, καθ’ ὅν αὐτὸς ὑπνο, ἀνατεθειμένην, ἔχει. διὸ ἀσέβειαν αὐτοῦ καταγνόντες ἀπέστημεν ἀπ’ αὐτοῦ. Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἀναγκαῖον, ἀδελφὲ Κλήμη, ἔφη, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ ὁ θεὸς μάρτυς, ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβὲς, ἀλλ’ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν. καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἐπεδείκνυτο, ἐτερπόμεθα· ὅτε δὲ τὰ μαγείᾳ τινὶ γινόμενα· θεότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκ ἔτι αὐτοῦ ἠνεσχόμεθα, καίτοι πολλὰ ἡμῖν ἐπαγγελλομένου· πρῶτον μὲν ναὸν καὶ ἀνδριάντας ἡμῶν κατασκευασθῆναι, καὶ θεοὺς νομισθῆναι, καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι, καὶ ὑπὸ βασιλέων δοξασθῆναι, καὶ δημοσίων τιμῶν καταξιωθῆναι, καὶ χρήμασιν ἀπεριορίστοις πλουτῆσαι. Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχέτο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ὅπως αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν. γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σοῦ μικρὸς ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἂν μέγα πλουτήσῃς ἢ καὶ βασιλεύσῃς, τῷ μικρῷ σου χρόνῳ τῆς ζωῆς ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν. καὶ ἀσεβῶς ζήσαντα αἰωνία κόλασις περιμένει. διὸ φοβεῖσθαι τὸν θεὸν συμβουλεύομεν , ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ, περὶ ὧν ἔπραξεν ἐνταῦθα.