<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="20"><p rend="indent">Τῇ μὲν οὖν ἐπιούσῃ ἐγὼ Κλήμης ἔτι τῆς νυκτὸς ἐχούσης διυπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον, οἵ ἦσαν ἑκκαίδεκα τὸν ἀριθμὸν, ὧν καὶ τὰ ὀνόματά εἰσι ταῦτα· Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, καὶ Ἐνέας ὁ ἱερεὺς, καὶ Λάζαρος ὁ ἱερεὺς, ὃν ἀνέστησεν ἐκ νεκρῶν τετραήμερον ὁ κύριος ἡμῶν Ἰησοὺς Χριστὸς, καὶ Ἐλισσαῖος, καὶ Βενιαμὶν ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαίας οἱ ἀμμηνοὶ. ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι εἰσῆλθον κἀγὼ καὶ προσαγορεύσας ἐκαθέσθην ἐκείνου κελεύσαντος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="21"><p rend="indent">Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει, τίνος ἕνεκεν οὐκ ἀφύπνισέ με, ὅπως ἀκροατὴς τῶν αὐτοῦ γένωμαι λόγων, καὶ τούτου αἰτίαν τὸν ἐκ τοῦ πλοῦ σκυλμὸν ἐποιεῖτο· ἐκεῖνον γὰρ πεφθῆναί μοι θέλων ἡσυχάζειν ἀφῆκεν. ὁπότ’ ἂν γὰρ ἡ ψυχὴ, φησὶ, περὶ τὸ λεῖπον ἀσχολῆται τῷ σώματι, εἴτε τινὶ συμφορᾷ συνέχηται, οὐ μετὰ πολλῆς εἴωθε προσέχειν ἀκριβείας τοῖς λεγομένοις. τούτου δὲ ἕνεκεν οὐ βούλομαι διαλέγεσθαι τοῖς ἢ λύπῃ κατεχομένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ τὸ σῶμα πεπονηκόσιν, ἢ βιωτικαῖς φροντίσιν ἢ ἑτέρῳ πάθει τινὶ διενοχλουμένοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="22"><p rend="indent">Καὶ μὴ λεγέτω τις, ὅτι οὐ χρὴ παραμυθίας καὶ νουθεσίας λόγους προσάγειν τοῖς φαῦλόν τι πράττουσι. φημὶ γὰρ, ὡς εἰ μὲν ἀνύει τις, προσφερέτω · εἰ δὲ μὴ, τῷ καιρῷ τέως παραχωρείτω. καιρὸς γὰρ ὡς Σολομῶντι δοκεῖ, παντὶ πράγματι. διὸ χρὴ τοὺς τὴν ψυχὴν ῥωννῦντας λόγους <pb facs="MN41652ucmf_3_0048"/> πρὸ τῆς κακώσεως τοῖς ἀνθρώποις ἐπάγειν, ἵνα εἴ ποτέ τι φαῦλον ἐπέλθοι, προωπλισμένος ὁ νοῦς ὀρθῷ τῷ λογισμῷ δυνηθείη τὸ ἐπενεχθὲν ὑποστῆναι. κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="23"><p rend="indent">Ἔστι τε αὐτοῦ τὸ βούλημα, ὅτι εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν, οὗ κόσμος ἔργον ὁ πᾶς, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ. ἀνάγκη γὰρ πάσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιωτεύσαντες καὶ κακουχηθέντες βιαίως ἀνῃρέθησαν. ἔνιοι δὲ ἀσεβεῖς παρὰ πολὺ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν; ἐπεὶ οὖν χωρὶς ἁπάσης ἀντιλογίας ὁ θεὸς ἀγαθὸς ὢν δίκαιος ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μετὰ τὸ ἀπολαβεῖν τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει. ὁ μὲν κακός ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβὼν, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ· ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτε κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων ἐστὶν, ὅτι καὶ κρίσις γίνεται, καὶ αἱ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν. εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ δοκεῖ Σίμωνι, καὶ οὐχ ὡς ὁ τῆς ἀληθείας βούλεται λόγος, τὸ δίκαιον εἶναι μὴ θέλοι δοῦναι θεῷ, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="24"><p rend="indent">Ταῦτα ἀκούσας ἐγὼ Κλήμης καὶ τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὃν λέγεις Σίμωνα Σαμαρείτην, μαθεῖν ἤθελον, ὁ δὲ Πέτρος εἰ θέλεις μαθεῖν, ἔφη, πὰρ στί σοι τοῦτο γνῶναι, παρ’ ὧν κἀγὼ πάντα τὰ κατ’ αὐτὸν ἐπυθόμην. καὶ μεταπεμψάμενος ἐκέλευσεν, Ἀκύλαν τε καὶ Νικήτην πάντα μοι ἀκριβῶς τὰ κατὰ τὸν Σίμωνα διηγήσασθαι. οἱ δὲ τὸν θεὸν μαρτυράμενοι, μηδὲν παρεκκλῖναι τῆς ἀληθείας, οὕτω τὰ κατ’ αὐτὸν ἐξετίθεντο. καὶ πρῶτος Ἀκύλας ἤρξατο λέγειν οὕτως· ἄκουσον, ὦ φίλτατε ἀδέλφὲ, ὅπως καὶ αὐτὸς ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, καὶ τίνα ἐστὶν ἃ πράττει, καὶ ὅπως καὶ διὰ τί.</p></div></div></body></text></TEI>