Ἀνὴρ γάρ τις θεοσεβὴς ἅμα γυναικὶ καὶ ἄῤῥενι τέκνῳ τοῦ θαύματος ἤδη τελουμένου πρὸς τὸ μαρτυρικὸν ἐκεῖνο καὶ αὐτοὶ σῶμα μετὰ τοῦ συῤῥέοντος πλήθους ἐχώρουν. τὸ πέλαγος οὖν ἐκ ποδὸς διαβάντες καὶ τὸν ἐν μυχῷ τούτου καταλαβόντες ναὸν, τῆς χειρὸς λαβόμενοι τοῦ παιδὸς οἱ πατέρες ἐπεὶ τοὺ ναοῦ ἔνδον ἐγένοντο, καὶ τὴν ἁγίαν ἐκείνην περιστάντες σορὸν, τάτε ἄλλα ἐδέοντο τοῦ ἁγίου, καὶ ὑπὲρ τοῦ παιδὸς ἐλιπάρουν, ὅσα τοὺς πατέρας εἰκός. εὐξάμενοι οὖν καὶ θερμῶς τὸν τάφον περιπτυξάμενοι, αὐτοὶ μὲν ἤδη τῆς πανηγύρεως τελεσθείσης καὶ οἴκαδε πάντων ἐπανιόντων ὀπίσω πάλιν μετὰ τοῦ συνδραμοῦντος πλήθους ἐχώρουν. τὸ παιδίον δὲ τοὺς τεκόντας λαθὸν, οὐκ οἶδ’ ὅπως, μόνον παρὰ τῇ σορῷ καταλέλειπται, πάντως τῆς ἀκαταλήπτου προνοίας τοῦ θεοῦ καὶ τοῦτο οἰκονομησαμένης, ἵνα τιμήσῃ πλέον τὸν καὶ ψυχὴν καὶ σῶμα δι’ αὐτὸν ἡδέως προϊέμενον. καὶ τὸ μὲν ὕδωρ ἐπαναστρέφον εἰς τὰ οἰκεῖα ἐκάλυπτε τὸν βυθὸν, καὶ πέλαγος αὖθις ἐγίνετο. Οἱ πατέρες δὲ μικρὸν ἀπὸ τοῦ λειψάνου προελθόντες ὡς ἤδη τὸν παῖδα παρ’ αὐτοῖς οὐχ ἑώρων, εἰς ἔρευναν αὐτοῦ τρέπονται· καὶ ὀπίσω στραφέντες, ὥστε τὸ παιδίον εὑρεῖν, πέλαγος ὁρῶσι πάλιν τὴν ἐπὶ τὸ λείψανον ἑξῆς φέρουσαν· καὶ αὐτίκα θορυβοῦνται, ταράττονται, κλονοῦνται, θερμότερον ὁρμῶσι πρὸς τὴν τοῦ παιδὸς ζήτησιν. τὸ δὲ ἄρα ἦν ἐν τῇ σορῷ καταλελειμμένον. ἐπεὶ δὲ πολλὰ καμόντες τὸ παιδίον οὐχ εὗρον, ἀλλ’ ἐν τῷ βυθῷ καταλελεῖφθαι αὐτοῖς ἐνομίσθη, ὥσπερ ἄρα καὶ ἦν, μακρόν τε καὶ γοερὸν ἀνεβόων ἀνακαλούμενοι τὸν υἱὸν καὶ τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. εἶτα καὶ πρὸς τὸν ἅγιον, οἷά περ ἂν ὀδυνωμένη ψυχὴ φθέγξαιτο, ἔλεγον θάνατον ἑαυτοῖς ἀντὶ τῶν παρόντων εὐχόμενοι, ἕως τῶν πλησίον τινὲς περιπεσόντες αὐτοῖς ἐκλελυμένοις ὑπὸ τῶν θρήνων ἥδη, καὶ πολλὰ ἐπὶ τῷ πάθει καὶ αὐτοὶ ἐκχέαντες δάκρυα, παρεμυθήσαντό τε αὐτοὺς καὶ ὑφεῖναι τῆς μακρᾶς λύπης ἐποίησαν. ἀλλὰ πρὸς τὴν οἰκίαν ἐκείνων ἐπανελθόντων μεῖζον καὶ πάλιν τὸ πάθος ἐγίνετο, καὶ ἱμάτιον ὀφθὲν τοῦ παιδὸς, εἴτε τινὰ τῶν ἐκείνῳ συνήθων εἰς μνήμην τοῖς πατράσιν ἐλθόντα χαλεπωτέραν αὐτοῖς ἐποίει τὴν συμφοράν. Τοῦ ἐνιαυτοῦ δὲ ἤδη περιελθόντος καὶ τῆς λαμπρᾶς ἑορτῆς ἐκείνης ἄγεσθαι πάλιν μελλούσης ἐκέντει τε αὐτοὺς ἐπὶ πλέον τὸ πάθος, καὶ σφοδρότερον πάλιν τοῦ παιδὸς ἀνεμίμνησκε. καὶ δῆτα πρὸς ἀλλήλους ἴωμεν, φασὶ, πρὸς τὸν τάφον· ἴδωμεν, εἴ τι τοῦ παιδὸς ὑπολέλειπται λείψανον, εἴ πως κἂν αὐτὸ κομιούμεθα. ταῦτα καὶ ὅσα τοῦ πάθους πρὸς ἑαυτοὺς κοινολογησάμενοι προέρχονται τῆς οἰκίας πενθικῶς ἐσκευασμένοι καὶ τὰς ὁράσεις ὑπὸ τῶν δακρύων ἐκτετηκότες, καὶ παρὰ τὸν αἰγιαλὸν ἀφικνοῦνται. καὶ ὑποχωρεῖ μὲν εὐθέως ἡ θάλασσα τῆς προθεσμίας καταλαβούσης. ἀκολουθοῦσι δὲ αὐτοὶ πρῶτοι, καὶ κατὰ πόδας ἕτεροι πάλιν, τῇ θαλάσσῃ καθάπερ ὁδηγῷ χρώμενοι. καὶ τὸν αὐτομάτως οἰκοδομηθέντα ναὸν ἐκεῖνον, μᾶλλον δὲ τὸν ὑπὸ τῆς σῆς, δέσποτα, σοφίας δημιουργηθέντα καταλαβόντες, ὁρῶσι τὸ παιδίον, ὢ τοῦ θαύματος, ζῶν καὶ ἁλλόμενον παρὰ τῷ ναῷ. καὶ πρῶτον μὲν ἀμφιβόλως εἶχον πρὸς τὰ ὁρώμενα λογιζόμενοι, μὴ οὐχ ὁ παῖς ᾖ τὸ φαινόμενον. ἐπεὶ δὲ καὶ τοῖς γνωρίσμασι καὶ τοῖς σχήμασι πάντοθεν εἰς πίστιν αὐτοὺς τὸ παιδίον ἐνῆγε, καὶ τοῦτον ἐκεῖνον εἶναι τὸν υἱὸν ἐπίστευσαν, περιχυθέντες εὐθέως αὐτῷ, καὶ ὀφθαλμοὺς καὶ χείλη προσφύντες, ἔκλαιόν τε μέχρι πολλοῦ, τὰ γλυκέα δὴ ταῦτα ὑφ’ ἡδονῆς προχέοντες δάκρυα, καὶ θερμῶς αὐτὸν ὥσπερ γυμνῇ τῇ ψυχῇ κατεφίλουν. Ἔπειτα μικρὸν ἑαυτοὺς ἀναλαβόντες ἠρώτων ἀκριβῶς ἕκαστα τὸ παιδίον, ὅπως οὕτω παραδόξως διεσώθη, τίνος φυλάττοντος, τίνος τρέφοντος, τίνος θάλποντος, τίνος ζωογονοῦντος. τὸ δὲ τῇ μὲν λαιᾷ χειρὶ τὴν σορὸν κατέχον, θατέρᾳ δὲ τὸν ἐν αὐτῇ κείμενον ὑποδεικνύον οὑτός μοι καὶ τῆς ζωῆς πάροχος, ἔλεγε, καὶ τροφεὺς καὶ φύλαξ, παρ’ ἑαυτῷ γνησίως ἀεί με τηρῶν καὶ καλῶς τιθηνούμενος. θαύματι οὖν οἱ τεκόντες ἀποῤῥήτῳ σὺν ἡδονῇ ληφθέντες τοὺς προτέρους θρήνους καὶ τὰ σκυθρωπὰ τοῦ πάθους ἐκεῖνα ῥήματα εἰς φαιδρότητα καὶ εὐχαριστίαν μετέβαλον θαυμαστὸς, λέγοντες, ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ὅσα ἑξῆς προστιθέντες. ἐπανέρχονται τοίνυν μακάριοι καὶ ζηλωτοὶ πρὸς τὴν οἰκίαν, ὃν ὡς νεκρὸν ἐπένθουν, καὶ τάφον αὐτῷ θαλαττίου γαστέρα θηρὸς ἐπεφήμιζον, μᾶλλον δὲ οὗ μηδὲ λείψανον εὑρεῖν προσεδόκων, τοῦτον μεθ’ ἑαυτοῦ βαδίζοντα ἔχοντες, καὶ συλλαλοῦντα ὁρῶντες, ἄφατόν τι χρῆμα πατράσιν εἰς ἡδονὴν, καὶ ἀπόῤῥητον γλυκύτητα τοῖς ἐκείνων σπλάγχνοις ἐναποστάζον. Οὕτω τιμᾶν οἶδεν ὁ κοινὸς ἁπάντων δεσπότης Χριστὸς τοὺς δι’ αὐτὸν παθόντας τῶν οἰκετῶν, καὶ τοσοῦτον, κίνδυνον ἀναδεξαμένους, τοιαύτῃ θαυμάτων ὑπερβολῇ, τοιαύταις λαμπρότησιν, ὧν γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.