<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="170"><p rend="indent">Ἐντεῦθεν ἡ πόλις περὶ αὐτὸν πᾶσα συνέῤῥεον, καὶ τῇ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας γλυκύτητι πρὸς τὴν ἀληθῆ πίστιν πάντας ἐπήγετο, ὡς καὶ πολλοὺς ὅσαι ἡμέραι βαπτίζεσθαι, εἰς πεντακοσίους τε τὸν ἀριθμὸν ἀναβῆναι, καὶ τὴν εὐσέβειαν καθ’ ἑκάστην ἐπιδιδόναι. οὔπω τοίνυν ἐνιαυτὸς τὴν ὑπερορίαν ἐμέτρει, καὶ οἰκοδομοῦνται μὲν ὑπὸ τῶν πιστευσάν‐ των ἐκκλησίαι τὸν ἀριθμὸν πέντε καὶ ἑβδομήκοντα, τεμένη τε εἰδώλων καὶ ναοὶ καθαιροῦνται, καὶ τὰ παραπεφυκότα τούτοις ἄλση ἐπὶ πολὺ γῆς δακνούμενα τὸ πῦρ κατανέμεται, καὶ πᾶσα τῶν δαιμόνων καταβάλλεται ἡ μανία.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="171"><p rend="indent">Τηνικαῦτα οὖν ἐπίφθονός τε καὶ βαρεῖα φήμη τὰς τοῦ βασιλέως ἀκρὰς ὑποτρέχει, ἐπιδοῦναι τὰ Χριστιανῶν εἰς πλῆθος ἀριθμοῦ κρεῖττον, <pb facs="MN41652ucmf_3_0144"/> καὶ καθ’ ἑκάστην αὔξεσθαι τὴν ἡμέραν διδάσκουσα. ἐφ’ ᾧ δὴ καὶ Αὐφιδιανὸν αὐτίκα τὸν ἡγεμόνα ἐκεῖνος ἐκπέμπει, ὥστε μὴ μόνον μηδὲ περαιτέρω προελθεῖν αὐτὰ συγχωρῆσαι, ἀλλὰ καὶ τοὺς ἤδη χειρωθέντας ἐπαναγαγεῖν, καὶ ἀποστῆσαι τῆς εὐσεβείας. οὗτος τοίνυν τὴν Χερσῶνα καταλαβὼν καὶ πολλοὺς τῶν Χριστιανῶν πολλαῖς βασάνοις καὶ ποικίλαις ὑποβαλὼν, ἐπεὶ πάντας τῇ προθέσει μάρτυρας γεγενημένους ἑώρα, καὶ πρὸς μυρίους παρεσκευασμένους θανάτους, τί ποιεῖ; ἀπέχεται μὲν τοῦ πλήθους δεδοικὼς, μὴ καὶ ἀπὸ τοῦ τέλους μάρτυρας πλείους ἐργάσηται· τὸν αἴτιον δὲ μόνον κολάζει, καὶ πάντα θυμὸν κατὰ τῆς μακαρίας ἐκείνης τοῦ Κλήμεντος ἀφίησι κεφαλῆς. ἐπειδὴ δὲ πάντα οὖν αὐτῷ κοῦφα καὶ εἰς οὐδὲν λογιζόμενα, καὶ ἀφ’ ὧν αὐτὸς ἔπασχε μᾶλλον πλείονα τοῖς ἄλλοις παρείχετο τὴν ἀσφάλειαν, σύντομον ἀπαλλαγὴν αὐτῷ τοῦ βίου καὶ ταχεῖαν ἐπινοεῖται, καὶ εἰς μέσην τὸν μάρτυρα τὴν θάλασσαν ἀγαγὼν καὶ ἄγκυραν σιδηρᾶν τοῦ τραχήλου ἐκδήσας καθίησι τῷ βυθῷ, ὅπως μηδὲ λείψανον ἐκείνου, φησὶν, ὑπολειφθείη Χριστιανοῖς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="172"><p rend="indent">Ἀλλ’ ὁ μὲν ἔῤῥιπτος κατὰ τοῦ πελάγους· τὸ δὲ τῶν Χριστιανῶν πλῆθος ἐπὶ τοῦ αἰγιαλοῦ ἑστὸς ἐθρήνουν ἐλεηνῶς, ὠλοφύροντο καὶ οἰκτροτάταις φωναῖς ἀνεκάλουν τὸν πατριάρχην. Κορνήλιος δὲ καὶ Φοῖ‐ βος οἱ μαθηταὶ οἵας τὸ πάθος ἀπῄτει φωνὰς καὶ αὐτοὶ βοῶντες, καὶ οὐκ ἔχοντες, ὅ,τι τῆς συμφορᾶς ποιήσονται παραμύθιον, εὐξώμεθα πάντες ὁμοθυμαδὸν, εἶπον, ὥστε κἂν ἀναδειχθῆναι ἡμῖν τὸ τοῦ μάρτυρος λείψανον. καὶ προσευχομένων αὐτῶν, ὢ τῶν μεγάλων σου δέσποτα τεραστίων, θαυματουργεῖταί τι κἀνταῦθα θεὸς τοῦ Μωσέως παραδοξότερον. ὑποφεύγει μὲν γὰρ ἡ θάλασσα προσωτέρω σταδίους σχεδὸν οὐκ ἐλάττους τῶν εἴκοσι. προσελθόντες δὲ τὸ πλῆθος διὰ ξηροῦ τοῦ ἐδάφους, τῆς θαυμαστῆς σου καὶ τοῦτο Χριστὲ δυνάμεως, εὑρίσκουσι λίθον ἐν εἴδει ναοῦ παρὰ τῆς σῆς ἀποῤῥήτου σοφίας πεποιημένον, καὶ τὸ μαρτυρικὸν σῶμα λαμπρῶς ἐν αὐτῷ κείμενον, καὶ τὴν βαρείαν ἐκείνην ἄγκυραν ἔγγιστά που τοῦ λίθου καὶ αὐτὴν κειμένην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="173"><p rend="indent">Ἀλλ’ ἀπεκαλύφθη Κορνηλίῳ καὶ Φοίβῳ, ὥστε μὴ τὸ λείψανον ἐκεῖθεν μετακινῆσαι, καλῶς ἐν τῷ βυθῷ κείμενον, καὶ ὅτι καθ’ ἑκάστην ἐνιαυτοῦ περιτροπὴν ἐν τῷ καιρῷ τῆς τοῦ μάρτυρος τελειώσεως ὑποχωρήσει παρ’ ὅλας ἑπτὰ ἡμέρας τοῖς προσιοῦσιν ἡ θάλασσα, πεζῆ καὶ βάδην αὐτοῖς μέχρι τοῦ λειψάνου τὴν πάροδον ἐπιτρέπουσα. ὅπερ ἐτησίως ἐξ ἐκείνου καὶ εἰς δεῦρο τελεῖται, τὴν ἐπιδημίαν τῆς αὐτοῦ μνήμης οἱονεί τινα ὅρον ἔχον καὶ προθεσμίαν. ἐντεῦθεν αἵρεσις παρ’ αὐτοῖς πᾶσα καὶ ἑλληνισμὸς καταλέλυται, τῶν ἐν τῇ τοῦ μάρτυρος μνήμῃ τελουμένων ἐκεῖ σημείων καὶ τῶν θαυμάτων εἰς ἐπίγνωσιν πάντας χειραγωγούντων, καὶ καθαρῶς ἐναγόντων πρὸς τὴν ἀλήθειαν. οὐδενὶ γὰρ τῶν ὑπό τινος ἀνηκέστου κακοῦ πιεζομένων τῆς τοῦ ὕδατος ἐκείνου μεταλήψεως καὶ τοῦ ῥαντισμοῦ πλέον ἐδέησε πρὸς τὴν τοῦ κατέχοντος αὐτὸν πάθους ἀπαλλαγήν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="174"><p rend="indent">Ἀλλὰ ταῦτα μὲν δὴ τοιαῦτα καὶ οὕτως ἔχοντα· ἐκεῖνο δὲ καὶ λίαν πολλῷ μεῖζον καὶ ἱκανὸν τὰ προλαβόντα πιστώσασθαι. ἐπειδὴ γὰρ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἰς πέλαγος ὁ μάρτυς ἠφίετο, καὶ εἰς ὑδάτων μυχοὺς ἔῤῥιπτο, ἥ τε θάλασσα ὑπέβαινε ποῤῥωτέρω, καθάπερ ὑπὸ πόδα χωροῦσα, καὶ μηνυτὴς τοῦ λειψάνου παραδόξως γινομένη, καὶ βυθὸν πεζεύειν τῷ βουλομένῳ παρέχουσα, πολὺ μέντοι πλῆθος τηνικαῦτα Χριστιανῶν <pb facs="MN41652ucmf_3_0146"/> πρὸς τὴν τοῦ λειψάνου θέαν ἠπείγοντο. μετὰ δὲ ταῦτα καὶ ἡ μεγίστη ἑορτὴ τὸ θαῦμα ἤγετο, ἐκεῖνο δὲ μᾶλλον ἐποίει τὴν ἑορτὴν, οὐ γεγονὸς ἅπαξ, εἶτα παυσάμενον, ἀλλὰ καθ’ ἑκάστην ἐνιαυτοῦ περίοδον ὁμοίως τελούμενον, καὶ τὰς εὐσεβεῖς ψυχὰς συγκαλοῦν εἰς ἑστίασιν. ἐπεὶ τοίνυν οὕτω ταῦτα καὶ οἱ κατὰ Χερσῶνα πάντες Χριστιανοὶ πρὸς τὴν τοῦ θαύματος πανήγυριν ἐτησίως συνέτρεχον, θαυματουργεῖ τι κἀνταῦθα θεὸς τῶν προγεγονότων παραδοξότερον.</p></div></div></body></text></TEI>