Συστάντες οὖν ἐπ’ αὐτὸν οἱ πονηρότατοι τῶν πολιτῶν ἐκεῖνοι, ψόγους τε, ὡς αὐτοὶ ᾤοντο, καταχέουσιν αὐτοῦ πονηροὺς, καὶ πολλὰς ἐπάγουσι τὰς αἰτίας, γοητείαν αὐτῷ περιάπτοντες καὶ τῆς ἐκείνων θρησκείας ἀνατροπὴν, ἄλλα τε πολλὰ ἐξυβρίζειν αὐτὸν λέγοντες, καὶ τοὺς πατρῴους διασύρειν θεούς· τὸν μὲν ἁπάντων θεῶν μέγιστον Δία μηδὲ θεὸν ἁπλῶς ὀνομάζοντα, Ἡρακλέα δὲ τὸν Ἀλκμήνης τὸν ἐκείνων φασὶ σωτῆρα, ἐναγῆ τινὰ δαίμονα καὶ μιαρὸν ἀποκαλοῦντα, πόρνην τε τὴν φίλην Ἀφροδίτην εἰ‐ σάγοντα, καὶ τὴν ἑκηβόλον Ἄρτεμιν, καὶ τὸν σοφὸν Ἑρμῆν, τὸν τοῦ λόγου θεόν· τὸν πολεμικόν τε Ἄρεα, καὶ τὸν Κρόνον αὐτὸν ἐπίσης βλασφημοῦντα πάντας καὶ διαβάλλοντα, καὶ τὰ τεμένη τούτων καὶ τοὺς βωμοὺς καταστρέ‐ φοντα. κεφάλαιον τοῦ λόγου ἢ θυσάτω τοῖς θεοῖς, ἔλεγον, ἢ τῆς ζωῆς τὸ τάχος ἀπαλλαγήτω. οἱ μὲν οὖν τοιαῦτα κινοῦντες ἔκδοτον ἠξίουν τὸν πατριάρχην ἐπὶ θανάτῳ λαβεῖν. ἐφ’ οἷς ἠγανάκτουν πάντες, ὅσοι μὴ χρημάτων ὤνιον τὴν συνείδησιν προετίθεσαν, καὶ λόγους πρὸς τὸν δῆμον ἐλευθέρους ἐποιοῦντο τί τῷ πατριάρχῃ κακὸν εἴργασται, λέγοντες· μᾶλλον δὲ ποίων οὐχ ἡ πόλις παρ’ αὐτῷ χαρίτων ἀπέλαυσεν; εἶτα καὶ αὐτὰ ἕκαστα τῶν ὑπ’ αὐτοῦ παραδόξως γεγενημένων ἀπηριθμοῦντο, καὶ μάρτυρας αὐτοὺς ἐποιοῦντο τῶν λεγομένων. Μαρμεντῖνος δὲ ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων ἐπὶ πολὺ στασιάζουσαν οὕτω τὴν πόλιν ὁρᾶν, ἄλλως τε καὶ τῇ τῆς εὐσεβείας ἐπιδόσει βασκαίνων, ἄγει τὸν μακάριον Κλήμεντα πρὸς ἑαυτὸν καὶ λόγοις τὴν γενναίαν οὕτω ψυχὴν κλέπτειν ἐπεχείρει ἐξ εὐγενοῦς, λέγων, προελήλυθας ῥίζης· τοῦτο πᾶς ὁ τῶν Ῥωμαίων σοι μαρτυρεῖ δῆμος· ἀλλ’ ἀνθρωπίνην καὶ αὐτὸς πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐδὲ σιωπᾶν ἡ πόλις ἀνέχεται. φασὶ γὰρ, σὲ καινοτέραν εἰσάγειν θρησκείαν, καί τινα παρὰ τοὺς πατρῴους θεοὺς κηρύσσειν Χριστόν. ὅθεν ἀποθέσθαι σε χρὴ τὴν περιττὴν ταύτην δεισιδαιμονίαν, καὶ μόνους αἰδεῖσθαι καὶ τιμᾶν τοὺς συνήθεις τῇ πόλει θεούς. καὶ ὁ πατριάρχης εὔχομαι τὴν σὴν στεῤῥότητα, ἔφη, μεταδοῦναί μοι λόγου, καὶ προσχεῖν μου ταῖς ἀποκρίσεσιν, ἀλλὰ μὴ οὕτως ἀλόγῳ στάσει καὶ ματαίοις ἕπεσθαι θορύβοις. οὐδὲ γὰρ δεῖ στάσεως, οὐδὲ θορύβων, ὅπου σκοπῆσαί τε περὶ τῆς ἑαυτοῦ σωτηρίας τινὶ καὶ περὶ θεοῦ διαλεχθῆναι πρόκειται. ὁ ἔπαρχος τοίνυν τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ στάσιμον ἐξ αὐτῶν εὐθὺς τῶν προοιμίων καταμαθὼν, καὶ εἰπεῖν τε αὐτὸς καὶ ἀκοῦσαι παρ’ ἐκείνου πάλιν ὀκνήσας, καὶ ἀναβαλλόμενος τὴν διάλεξιν Τραϊανῷ περὶ αὐτοῦ τῷ αὐτοκράτορι ἀναφέρει. καὶ ὁ βασιλεὺς αὐτῷ οὕτως ἐπιλύει τὰ γεγραμμένα, ὡς ἢ θῦσαι τὸν Κλήμεντα τοῖς πατρῴοις θεοῖς, ἢ πέραν τοῦ Πόντου εἰς ἔρημόν τινα πόλιν τῶν τῇ Χερσῶνι παρακειμένων ἀπὸ τῆς Ῥώμης ἀιδίῳ φυγῇ ἐλαθῆναι. Τῆς ἀποφάσεως οὖν ταύτης καταλαβούσης ἐσκέπτετο Μαρμεντῖνος, ὅπως ἂν μὴ ὁ Κλήμης ἕληται τὴν ὑπερορίαν, ἀλλ’ αὐτῷ μᾶλλον καὶ τῷ βασιλεῖ πεισθείη καὶ θύσειεν. οὐδὲ γὰρ ἔφερε τηλικαύτην ἀνδρὸς ἀρετὴν ζημιούμενος. τῷ δὲ τοσοῦτον ἐμέλησεν ἐκείνοις πεισθῆναι, ἢ δυσχεράναι πρὸς τὴν ὑπερορίαν, ὅσῳ καὶ αὐτὸν ἐσπούδαζε πρὸς τὴν εὐσέβειαν τὸν ἔπαρχον ἐπισπάσασθαι. τοσαύτη γάρ τις ἄνωθεν τὸν Κλήμεντα περιίπτατο χάρις, καὶ οὕτως ἡ ἐκείνου γλῶττα κηρίου παντὸς καὶ μέλιτος γλυκύτερον ἔσταζεν, ὡς καὶ αὐτὸν ἔρωτι θερμῷ τοῦ ἀνδρὸς ληφθέντα τὸν Μαρμεντῖνον, πολλά τε τῇ ἀποδημίᾳ ἐπιστενάξαι, καὶ δάκρυα τῷ πατριάρχῃ ἐπιβαλεῖν ὁ θεὸς, εἰπόντα, ᾧ σὺ εἰλικρινῶς λατρεύεις, αὐτός σοι βοηθὸς ἐπὶ τῇ συμφορᾷ παρασταίη· καὶ αὐτίκα πλοῖον εὐτρεπίσαι, διαρκῆ τε αὐτῷ τὰ πρὸς τὴν χρείαν ἐνθέσθαι, καὶ δεξιώσασθαι αὐτὸν, καὶ περιβαλεῖν, καὶ οὕτω μετὰ τῶν προσηκόντων ἀσπασμῶν ἀπολῦσαι. πολλοὶ δὲ αὐτῷ καὶ τῶν εὐλαβῶν ἠκολούθησαν, καὶ εἰς τὴν ὑπερορίαν γενόμενοι καταλαμβάνουσιν ἐν τῇ τῶν μαρμάρων λατομίᾳ Χριστιανοὺς, περί που τοὺς χιλίους ἢ καὶ πλείονας, πολὺν διὰ τὴν εὐσέβειαν ἐκεῖ χρόνον κατεχομένους. οἳ καὶ περὶ τοῦ πατριάρχου πρότερον ἀκούσαντες, καὶ ὅτι τῆς πόλεως ἀπελαθεὶς ὑπερόριος πρὸς ἐκείνους καὶ αὐτὸς ἄγεται, παραμυθίαν ἔσχον οὐ τὴν τυχοῦσαν τὴν ἐκείνου ἐπιδημίαν. Ὅτε γοῦν πρὸς αὐτοὺς κατελάμβανε, τοῦ τῶν χειρῶν ἔργου ἀφέμενοι καὶ τούτῳ προσελθόντες μετὰ δακρύων καὶ τῶν ἁγίων ἐκείνου ποδῶν ἁψάμενοι καὶ τὰς καθαρὰς περιπτυξάμενοι χεῖρας τὰς καταλαβούσας αὐτοὺς ἀνεκλαίοντο συμφορὰς, τὴν τῆς πατρίδος ἔκπτωσιν, τὴν ἄφιλον ἐπὶ ξένης διαγωγὴν, τῶν ἀναγκαίων τὴν ἀπορίαν, καὶ ὃ πάντων βαρύτατον ἦν, τὴν αὐτοῦ τοῦ ὕδατος ἔνδειαν. εἰ γάρ τις ὅλην τὴν ἡμέραν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τῷ καμάτῳ προστετηκὼς, ἔλεγον, ὕδατος βραχεῖάν τινα σταγόνα λαβεῖν ἐθελήσειεν, ὥστε τὴν ἐκ τοῦ κόπου ἀναψύξαι ταλαιπωρίαν, οὐκ ἔλαττον ὁ τοιοῦτος ἢ σταδίους πέντε καὶ τεσσαράκοντα προελθὼν ἂν ὕδωρ κομίσαιτο. πρὸς ταῦτα συναλγήσας τε αὐτοῖς ὁ πατριάρχης καὶ συνδακρύσας, εἶτα καὶ τῷ θεῶ εὐχαριστήσας, καὶ ἱκανῶς τὰς ἐκείνων ψυχὰς παραμυθησάμενος οὐχ ἁπλῶς οὕτω καὶ ἀλόγως, εἶπεν, ἐνταῦθά με ὁ θεὸς συνεχώρησεν ἐκβληθῆναι, ἀλλ’ ὥστε καὶ κοινωνὸν ὑμῖν γενέσθαι τῶν παθημάτων, καὶ ὑπομονῆς μάλιστα καὶ καρτερίας ὑπόθεσιν. Ἔπειτα μέντοι καὶ εἰς εὐχὴν τρέπεται καὶ δεῖται σὺν αὐτοῖς τοῦ θεοῦ, ὥστε τοῖς αὐτοῦ ὁμολογηταῖς πηγὴν ὕδατος διανοῖξαι, καὶ ὁ πατάξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐῤῥύησαν ὕδατα, αὐτὸς ἄφθονον καὶ αὐτοῖς τοῦ ὕδατος παρέχοις τὴν χορηγίαν. ἤδη γὰρ πάντων τῇ εὐχῇ προσκειμένων ὁ πατριάρχης τῇ δε κἀκεῖσε περιβλεψάμενος ἀμνόν τινα ὁρᾷ τὸν δεξιὸν μετεωρίζοντα πόδα καὶ ὥσπερ ἐκείνῳ ὑποδεικνύντα τὸ ὑποκείμενον ἔδαφος. οὐδενὶ γὰρ ὁ ἀμνὸς τῶν ἄλλων τεθέατο. καὶ συμβαλὼν τὴν ὄψιν ὁ πατριάρχης τῷ ὑποδειχθέντι τόπῳ μετὰ τῶν παρόντων ἐφίσταται καὶ φησίν· ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνταῦθά μοι, τέκνα, ὀρύξατε. καὶ ἐπειδὴ αὐτόν τε τὸν τόπον, εἰς ὃν ὁ ἀμνὸς ἵστατο, καὶ τὸ κύκλῳ πᾶν περιέσκαψαν, λαβὼν σκαφεῖον ὁ πατριάρχης κρούει τὸν τόπον, ἔνθα ὁ ἀμνὸς ὑπεδείκνυ, κούφῳ τινὶ καὶ μετεώρῳ τῷ κρούματι· καὶ παραχρῆμα διειδὲς ὕδωρ ἡ γῆ καὶ ἡδὺ πιεῖν ἀναδίδωσι, καὶ τοῦτο σὺν ὁρμῇ ἐκχυθὲν ποταμὸν ἀθρόον ποιεῖ. πάντων οὖν χαιρόντων ἐπὶ τῷ ὕδατι ὁ πατριάρχης τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἔλεγεν.