Ὁ Σισίννιος δὲ αὐτίκα καὶ ὥσπερ ἐκ συνθήματος τὴν Θεοδώραν καλέσας· ἦν δὲ ἄρα τοῦτο πέρας τῆς φανείσης αὐτῇ ὄψεως· τοῦ πόθου τε αὐτὴν καὶ τῶν κοινῶν ἁλῶν, καὶ τῆς ἑστίας καὶ τῆς λοιπῆς ἀπάσης κοινωνίας ἀναμιμνήσκει, καὶ πάντων αὐτῶν μίαν ἀπαιτεῖ χάριν, καὶ λιπαρεῖ τὴν γυναῖκα καὶ ἱκετεύει, ὥστε δεηθῆναι τοῦ θεοῦ ἀφεῖναί τε τὰ ἡμαρτημένα, καὶ τὴν ὁδὸν αὐτῷ ὑποδεῖξαι τῆς σωτηρίας. εἶτα κατήγορος αὐτὸς ἑαυτοῦ γίνεται, καὶ πάντα ποιῆσαι δι’ αὐτὴν καὶ παθεῖν ἀπαγγέλλει. Ἐγὼ γὰρ ἐζηλοτύπουν, φησὶν, ἐπί σοι, ὅτι τὸν σύζυγον ἐμὲ περιορῶσα παρὰ τὸν ξένον τοῦτον ἐφοίτας, τὸ τοῦ πατριάρχου προσθεὶς ὄνομα· καὶ τοὺς τῆς φύσεως θορύβους καὶ τὰς ἐκ τῆς ζάλης ταραχὰς οὐ φέρων ἠναγκάσθην πρὸς τὴν ἐκκλησίαν ἀπιοῦσαν ἐπιφυλάξαι σε καὶ ἰδεῖν τὰ τελούμενα. εἰσελθὼν τοίνυν καὶ αὐτὸς κατόπιν εἰς τὸν ναὸν, καὶ περιέργοις ὀφθαλμοῖς τὰ ὑπὸ τοῦ πατριάρχου γινόμενα θεωρῶν, ὅλην τε αὐτῷ τὴν ἀκοὴν διανιστῶν, καὶ ἀκροατὴς εἶναι τῶν λεγομένων ἐθέλων τὰς ὄψεις τε ὁμοῦ καὶ τὰ ὦτα πηροῦμαι. εἰ καὶ πάλιν ἐκεῖνος, ἅτε θεοῦ μιμητὴς ὢν, ἀναβλέψαι τε καὶ ἀκοῦσαι πεποίηκεν, ἐγὼ δὲ ἀγαθοῦ τοσούτου ἀμνημονήσας οὐ μόνον οὐκ ἀπέδωκα χάριτας αὐτῷ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τερατείαν ὁ μάταιος τὸ θαῦμα εἰπὼν τιμωρήσασθαί τε αὐτὸν ἐπεχείρουν, ὅση μοι δύναμις, καὶ κατασχεῖν, οἴμοι, καὶ δεσμοῖς περιβαλεῖν ἐκέλευον τοῖς οἰκέταις· ἐκείνοις δὲ κατέχειν τε αὐτὸν νομίζουσι καὶ εἰς δεσμὰ φέρειν ξύλα ἦν ἐν χερσὶ μόνον καὶ λίθοι· τοῦτο δὲ καὶ αὐτῷ μοι ἐδόκει, καὶ οἷα ὑπ’ αὐτῶν κατεχομένου τοῦ πατριάρχου, ἀπειλὰς ἐγὼ χαλεπωτέρας ἐπῆγον. διὰ τοῦτο δέομαι ὁ σὸς ἀνὴρ, καὶ ταύτην παρὰ γυναικὸς ἐμῆς αἰτῶ χάριν, ὥστε πρῶτα μὲν εὐμενῆ γενέσθαι μοι τὸν θεόν, ἔπειτα δὲ καὶ αὐτὸν διαλλαγῆναι τὸν πατριάρχην. Τούτων ἀκούσασα Θεοδώρα πρὸς τὸν ὅσιον εὐθὺς ἀφικνεῖται, καὶ ὅσα τε ἴδοι, καὶ ὅσα παρὰ τοῦ ἀνδρὸς ἀκούσειε, πάλιν ἀπαγγέλλει πάντα τῷ πατριάρχῃ. ὁ δὲ μὴ μελλήσας μηδὲν, αὐτίκα μάλα πρὸς τὸν Σισίννιον παραγίνεται, καὶ οὐχ ὡς τὸ πρότερον αὐτῷ ἐντυγχάνει, ἀλλὰ μεθ’ ὅσης ἐκεῖνος τῷ πατριάρχῃ προσέβαλε τότε τῆς ἀγριότητος, μετὰ πλείονος αὐτὸν νῦν τῆς τιμῆς ὑποδέχεται. ἀθρόαν τοίνυν οὕτω καὶ πολλὴν τὴν μεταβολὴν ὁ μέγας ἰδὼν, λόγους τε περὶ τῆς εὐσεβείας δεξιῶς ἄγαν αὐτῷ ὑποτείνει, καὶ ὅλον ὑποποιεῖται τὸν ἄνδρα. καὶ πιστεύσας ἀπὸ ψυχῆς ὁ Σισίννιος τῷ θεῷ ἥψατο τῶν μακαρίων ἐκείνων τοῦ πατριάρχου ποδῶν, καὶ τοιαῦτα μετὰ δακρύων ἐφθέγγετο· Εὐχαριστῶ σοι τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ, τῷ διὰ τοῦτό μοι τοὺς ὀφθαλμοὺς πεπηρωκότι τοῦ σώματος, ὅπως τοὺς τῆς ψυχῆς διανοίξῃς, καὶ διαβλέψαι με παρασκευάσῃς πρὸς τὴν ἀλήθειαν. διὰ τοῦτο δὲ καὶ τῶν ὤτων τὴν ἐνέργειαν ἀποσβέσαντι, ὅπως νηφούσῃ διανοίᾳ, καὶ μηδενὸς τῶν ἔξωθεν ὅλως αἰσθανομένῃ, τὸ τῆς εὐσεβείας ὑποδέξωμαι κήρυγμα, νῦν δὲ αὐτήν τε τὴν ἀλήθειαν ἐμυήθην καὶ ἀκριβῶς τὰ τῶν Ἑλλήνων διέγνων, ἀπάτην ὄντα μόνον καὶ τερατείαν ἀπίθανον. ἐπὶ τούτοις φαιδρότης ἔσχε καὶ ἡδονὴ τὸν οἶκον, καὶ τῷ Χριστῷ πάντες ἐπίστευσαν. τοῦ πάσχα δὲ ἤδη ἐνισταμένου ἐβαπτίσαντο μετὰ τοῦ Σισιννίου πάντες πατέρες ὁμοῦ καὶ μητέρες καὶ παῖδες εἰς εἴκοσι καὶ τρεῖς ἐπὶ τοῖς τετρακοσίοις ὄντες. τοῦτο πολλοὺς ἐπεσπάσατο τῶν ἐπιφανεστέρων, ὅσοι τε μακρᾷ τῇ δόξῃ διέπρεπον, καὶ οἷς ὁ βασιλεὺς Νερούας φίλοις μάλιστα καὶ συμβούλοις ἐχρῆτο· καὶ τῇ εὐσεβείᾳ πάντες συνέθεντο. Ταῦτα ὁρῶν ὁ πονηρότατος κατ’ ἐκεῖνο καιροῦ τῶν ὀφφικίων κόμης Πούπλιος Τουρκουτιανὸς ἐδυσχέραινε καὶ δεινὰ ἐποίει, καὶ σκοπῶν ὅπως ἂν ἐπίσχῃ περαιτέρω προβαίνονσαν τὴν εὐσέβειαν, αὐτὸν ἔγνω πρῶτον ἐκ ποδῶν ποιῆσαι τὸν Κλήμεντα, οἷα τῶν παρόντων αἰτιώτατον αὐτὸν ὄντα, καὶ τοὺς ἑκάστου μέρους τῆς πόλεως προεστῶτας συγκαλεσάμενος καὶ χρήμασιν αὐτοὺς διαφθείρας, στάσιν τινὰ κινῆσαι κατὰ τοῦ Κλήμεντος αὐτοῖς ὑπετίθει, καὶ διαβαλεῖν αὐτοῦ τὴν ὑπόληψιν προετρέπετο, ταύτῃ καταλῦσαι τὸ πρὸς αὐτὸν τῆς πόλεως φίλτρον βουλόμενος καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον τὸν ἄνδρα παρασκευάσαι.