Τούτων ἐκείνη ἀκούσασα συνῆκεν εὐθέως, ὅθεν ἡ τῶν ὤτων αὐτῷ καὶ τῶν ὀφθαλμῶν πλήρωσις ἦν, καὶ βοηθὸς ἀληθῶς αὐτῷ γίνεται. τραπεῖσα γὰρ εἰς εὐχὴν αὐτίκα καὶ δάκρυα μετὰ τῆς εὐχῆς θερμὰ χέουσα ἐδεῖτο τοῦ θεοῦ, ὥστε τὴν ἔξοδον ἐπιτραπῆναι τῷ Σισιννίῳ καὶ οἴκαδε ὑποστρέψαι αὐτόν. καὶ πρὸς τοὺς οἰκέτας ἐπστραφεῖσα· ᾔδει γὰρ ὡς οὐδὲ τὸν ἄνδρα περιόψεται πάντως ὁ ἐκείνης θεός· ἄγετε, φησὶ, τὸν κύριον ὑμῶν πρὸς τὸν οἶκον χειραγωγήσατε, καταλαμβάνω δὲ μετὰ βραχὺ καὶ αὐτή. ταῦτα ἔφη, καὶ ῥᾳδία ἡ ἔξοδος εὐθὺς τοῖς οἰκέταις ἐγένετο. καὶ ὁ Σισίννιος ὀφθαλμοὺς ἔτι καὶ ὦτα πεπηρωμένος ἐχειραγωγεῖτο πρὸς τὴν οἰκίαν. οἱ οἰκέται τοίνυν ἐλθόντες παρὰ τὴν Θεοδώραν καὶ αὖθις ἔτι κωφὸν εἶναι καὶ τυφλὸν τὸν ἑαυτῶν ἀπαγγέλλουσι κύριον. καὶ αὐτὴ συντονωτέρα πάλιν πρὸς τὸν θεὸν τῇ δεήσει καὶ θερμοτέροις ἐδεῖτο τοῖς δάκρυσιν, ὥστε τὸν ἄνδρα τοῦ πάθους ἀπαλλαγῆναι. ἤδη δὲ καὶ τοῦ πατριάρχου τὴν ἱερὰν ἐκτελέσαντος λετουργίαν πίπτει πρὸς τοὺς αὐτοῦ πόδας ἡ Θεοδώρα, καὶ τὴν πήρωσιν τοῦ ἀνδρὸς ἀπαγγέλλει, καὶ δεῖται καὶ ἱκετεύει καὶ δάκρυα τῶν ποδῶν καταχέει, θεραπεῦσαι τῷ ἀνδρὶ τὸ πάθος, καὶ μὴ οὕτω περιιδεῖν κακῶς ἔχοντα. Τούτων ὁ μακάριος Κλήμης ἀκούσας καὶ παθὼν ἐπὶ τῇ τῆς γυναικὸς συμφορᾷ τὴν ψυχὴν εἰς δάκρυα καὶ αὐτὸς φανερὰ κατάγεται, καὶ προτρέπεται τοὺς παρόντας κοινῇ τοῦ θεοῦ δεηθῆναι, ὥστε λυθῆναι τῷ Σισιννίῳ τὴν πήρωσιν. τούτου δὲ γενομένου θαῤῥούντως ἄπεισι μετὰ τῆς γυναικὸς ἐπὶ τὸν οἶκον ὁ πατριάρχης, καὶ ἀνεῳγμένους μὲν εὑρίσκει τῷ ἀνδρὶ τοὺς ὀφθαλμοὺς, εἰς δὲ τὸ βλέπειν οὐδὲν τῶν πεπηρωμένων ἄμεινον ἔχοντας. κεκώφωτο δὲ καὶ τὰ ὦτα, καὶ βαρυτάτῃ συμφορᾷ περὶ τὸ σῶμα ἐκέχρητο. ὀδυρμὸς οὖν ἐκ τῶν παρόντων ἐγένετο, καὶ κατέσχεν οἰμωγὴ τὸν οἶκον. ἀλλ’ ὁ μὲν Σισίννιος οὐκ ᾐσθάνετο τῶν γεγενημένων, πῶς ὅς τε οὔτε ἀκούειν οὔτε ὁρᾶν εἶχεν. Ὑπεραλγήσας δὲ ὁ θεῖος Κλήμης τῆς γυνακὸς καὶ τοῦ οἴκου ἱκέτης γίνεται τοῦ θεοῦ, καὶ μετὰ δακρύων ἐδεῖτο, καὶ περιπαθεῖς ἐξέτεινε τὰς δεήσεις κύριε Ἰησοῦ Χριστὲ, λέγων, ὁ τὰς τῶν οὐρανῶν κλεῖς δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, καὶ ἅπερ ἀνοίξεις ἀνέῳκται εἰπὼν, καὶ ἅπερ ἂν κλείσῃς κέκλεισται, αὐτὸς καὶ τοὺς πεπηρωμένους ὀφθαλμοὺς τοῦ ἀνδρὸς τοῦδε καὶ τὰ ὦτα διάνοιξον, ὅτι σὸν καὶ τοῦτο τὸ ῥῆμα τὸ ἅπερ ἂν αἰτήσητε πιστεύοντες, λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς τὸν αἰῶνα. ταῦτα τοῦ πατριάρχου προσευξαμένου καὶ τῶν παρόντων τὸ ἀμὴν ἐπειπόντων, εὐθέως ἡ τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων πήρωσις διελέλυτο. καὶ ὁ Σισίννιος καθάπερ ἐξ ὕπνου διαναστὰς καὶ τὸν μακάριον Κλήμεντα μετὰ τῆς γυναικὸς ἑστῶτα ἰδὼν κακὰς ὁ ἀνόητος τῷ ἁγίῳ χάριτας ἀπεδίδου. καὶ κατασχεῖν εὐθέως τὸν πατριάρχην τοῖς οἰκέταις παρεκελεύετο τοῦ δίκας ὑποσχεῖν αὐτὸν τῆς πηρώσεως. ᾤετο γάρ τινα γοητείαν εἶναι, ὅτι καὶ πηρωθῆναι πρότερον αὐτὸν, καὶ ἀναβλέψαι καὶ ἀκοῦσαι πάλιν ἐποίησεν. Οἱ μὲν οὖν οἰκέται σπουδαίως τὰ προστεταγμένα ποιεῖν εἰς αὐτὸν ἐπειρῶντο. ἐλάνθανον δὲ ἄρα τῶν παρακειμένων λίθων καὶ ξύλων ἁπτόμενοι, καὶ σύροντες αὐτὰ καὶ δεσμοῦντες, καὶ τῇδε κἀκεῖσε μανικῶς περιάγοντες. τοῦτο δὲ καὶ τῷ Σισιννίῳ ἐδόκει, καὶ δεσμώτην ὑπὸ τῶν οἰκετῶν γεγενῆσθαι τὸν πατριάρχην καὶ αὐτὸς ᾤετο. ἐκεῖνος δὲ ἀπαθὴς ἀπὸ τῶν ἀδίκων ἐκείνων ἐτηρεῖτο χειρῶν, οὐδὲ μικρὰν ἁφὴν ὑπομένων, οὐδὲ ἐν μέσοις τοῖς δεινοῖς θορυβούμενος. εἶτα καὶ πρὸς τὸν ἀνόητον ἐκεῖνον ἰδὼν πεπώρωσαι τὴν καρδίαν, ἔφη, λίθους οὕτω καὶ ξύλα κινῶν καὶ ὅλην κατ’ αὐτῶν ἀφιεὶς τὴν ὀργὴν, ἃ μικρῷ πρόσθεν ἐτίμας καὶ ὡς θεοὺς ἐθεράπευες. ὁ δὲ ἀλλ’ ἐγώ σε κακῶς ἀπολῶ, φησὶν, ὡς καὶ μεταβαλεῖν πολλοὺς τῶν γοήτων ἐντεῦθεν καὶ σωφρονῆσαι, ἀφ’ ὧν αὐτὸς τὰ ἔσχατα πείσῃ, τὰ μεγάλα ἐκείνους κερδάναντας. Ταῦτα ὁ μὲν φυσώμενος ὑπὸ τῶν παρόντων ἔλεγε καὶ αὐχῶν, ὅτι καὶ δεσμοῖς ὑποβεβλήκει τὸν πατριάρχην. ὁ δὲ οὐδὲ οὕτως αὐτὸν ἀπεστρέφετο, ἀλλὰ τὴν ἐκείνου σύζυγον εὐλογήσας καὶ εἰς τὰς εὐγνώμονας ἐκείνας καὶ καταπειθεῖς ἀκοὰς ὥσπερ εἰς βαθύγειόν τινα καὶ λιπαρὰν ἄρουραν δαψιλῆ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν ᾤχετο, μὴ ἀνεῖναι προσευχομένην πρότερον ἐντειλάμενος, ἕως καὶ τὸν ἄνδρα εἰς ἐπίγνωσιν τῆς ἀληθείας χειραγωγήσειε. τῇ εὐχῇ τοίνυν θερμότερον προσκειμένῃ τῇ Θεοδώρᾳ ἐπιφαίνεταί τις αὐτῇ πρὸς ἑσπέραν αἰδέσιμος ἀνὴρ καὶ πολιὸς τὴν τρίχα· ἐῴκει δὲ ἄρα ὁ πρῶτος τῶν μαθητῶν εἶναι Πέτρος, ὁ τοῦ διδασκάλου θερμὸς ἐραστής· καί φησι πρὸς αὐτὴν· διά σε, ὦ γύναι, ὑγιὴς ἔσται Σισίννιος, ὅπως ἂν καὶ ἀνὴρ κατὰ τὸν ἀδελφόν μου Παῦλον ἁγιασθῇ διὰ τὴν γυναῖκα. ὁ μὲν οὖν ταῦτα εἰπὼν ἀπῆλθεν.