Ἰουδαίοις δὲ πάλιν ἐντεῦθεν ἐδόκει χαρίζεσθαι, ὅτι τε φίλους τοῦ θεοῦ τοὺς ἐκείνων πατέρας ὑπέφαινε, καὶ ὅτι τὸν παρ’ αὐτοῖς νόμον ἱερόν τε παρίστη καὶ θεῖον, καὶ οὔτε αὐτὸν παυθήσεσθαι, οὔτε τὴν πολιτείαν μετατεθήσεσθαι, ἀλλὰ κλῆρον αὐτοῖς ἔσεσθαι τὴν Παλαιστίνην διηνεκῆ, εἴ γε τὸν τοιοῦτον καὶ αὐτοὶ νόμον τηρήσουσιν· ὥστε γενέσθαι αὐτὸν πατέρα τοσούτων ἐκγόνων, ὡς παρισοῦσθαι τὸ πλῆθος αὐτῶν τῷ πλήθει τῶν ἄστρων· καὶ ἐν τῷ σπέρματι αὐτοῦ κληροδοτεῖσθαι πάντα τὰ ἔθνη· καὶ ὃ πρὸς τὸν Δαβὶδ εἶπεν αὖθις· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ διὰ Ἡσαΐου πάλιν, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. εἰ τοίνυν μὴ ἀθετοῦσιν, ἀλλὰ πίστει παραδέχονται ταῦτα, τῆς προτέρας αὐτοὺς τοῦ θεοῦ προνοίας μὴ ἐκπεσεῖν, ἀλλ’ ἀναφαίρετον μένειν παρ’ αὐτοῖς τὴν Παλαιστίνην διεβεβαίου. Ἕλληνας μὲν οὕτως καὶ Ἰουδαίους δεξιῶς ἄγαν καὶ οἰκείως ὑπήρχετο, χαριζόμενός τε αὐτοῖς ὁμοῦ καὶ ἠρέμα πρὸς τὴν εὐσέβειαν ἐπαγόμενος. Χριστιανοὶ δὲ πολλὰ καὶ ἄλλα τῆς τοῦ ἀνδρὸς περὶ αὐτοὺς κηδεμονίας δείγματα εἶχον· μάλιστα δὲ τὴν εὐποιίαν, οἷος ἐκεῖνος, πένησι θησαυρίζων ἀεὶ ταῖς ἀσφαλέσιν ἀποθήκαις, καὶ τῶν ἐπιβουλευόντων ἰσχυροτέραις. τούς τε γὰρ ἐν ἑκάστῳ μέρει τῆς πόλεως ἐνδεεῖς ἀπογραψάμενος τῶν ἀναγκαίων αὐτοῖς καθ’ ἑκάστην ἡμέραν ἐποιεῖτο τὴν χορηγίαν· καὶ ὅσοι παρ’ αὐτῷ πάλιν τοῦ θείου κατηξιοῦντο βαπτίσματος, δημοσίων αὐτοὺς ἀπέλυε φόρων, καὶ παντελῆ παρεῖχεν ἀτέλειαν. παρῄνει δὲ καὶ τοῖς ἑκάστοτε διὰ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν πρὸς αὐτὸν συνιοῦσι, καὶ μάλιστα ὅσους περιττοὺς ᾔδει τῷ πλούτῳ καὶ πρὸς τὸ διδόναι δυνατῶς ἔχοντας, μὴ τοὺς ἅπαξ τῷ βαπτίσματι τῷ ἁγίῳ καθαρθέντας, περιορᾶν δημοσίᾳ παρὰ τῶν Ἰουδαίων τρεφομένους δι’ ἀπορίαν, καὶ τὴν λαμπρὰν στολὴν τοῦ χαρίσματος διὰ τῆς ἐναγοῦς ἐκείνης κοινωνίας μολύνοντας. ἀφ’ ὧν οὕτω προθύμως αὐτοὺς ἐποίει τοῖς βασανιζομένοις τὰ πρὸς τὴν χρείαν ἀποδιδόναι, ὡς τοῦτό γε μόνον κέρδος νομίζειν, ὅ τι ἂν εἰς αὐτοὺς ἀναλώσειαν. Οὕτω μὲν οὖν ὁ ἱερὸς Κλήμης ἔχων καὶ οὕτως ἐν ταῖς ἁπάντων ψυχαῖς κείμενος καὶ οὐ Χριστιανοὺς μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἕλληνας καὶ Ἰουδαίους τῆς οἰκείας καὶ ψυχῆς πάλιν ἐκεῖνος καὶ γλώττης ἀνηρτημένος, τῷ Σισιννίῳ ἐκείνῳ· φίλος δὲ οὗτος τῷ βασιλεῖ Νερούᾳ καὶ τῶν ἐπιτηδείων· ἐμισεῖτο καὶ διεβάλλετο, ἐπειδὴ τὴν σύζυγον Θεοδώραν ὁ Σισίννιος ὑπῃσθάνετο ἔρωτι τῆς ἐκείνου διδασκαλίας ἁλισκομένην, καὶ οἴκου μὲν καὶ παίδων καὶ ἀνδρὸς ἀμελοῦσαν, ὅλην δὲ τῷ Κλήμεντι προσκεμένην, καὶ αὐτῷ συνεχῶς φοιτῶσαν, καὶ τοῦτον πάλιν ἐπὶ τῆς οἰκείας ψυχῆς ἀεὶ πνευματικῶς περιφέρουσαν. ἀλλ’ ἡ μὲν Θεοδώρα τῇ σειρῆνι τῆς τοῦ Κλήμεντος γλώττης καταθελχθεῖσα καὶ τῷ Χριστῷ δι’ ἐκείνου πιστεύσασα θερμότερον ἀντεποιεῖτο τῆς εὐσεβείας, καὶ διηνεκῶς ἔψαλλε, καὶ οὐκ ἀπελιμπάνετο τῆς συνάξεως. Ὁ Σισίννιος δὲ ὑπὸ τῆς ἀδίκου ζηλοτυπίας κεντούμενος ἐπιβουλὴν κατὰ τῆς γυναικὸς ἐμελέτα, καὶ ὑπὸ τοῦ πάθους καθ’ ἑκάστην ὡπλίζετο τὴν ἡμέραν. καὶ δή ποτε τηρήσας αὐτὴν πρὸς τὴν σύναξιν ἀπιοῦσαν λάθρα μετὰ τῶν οἰκετῶν καὶ αὐτὸς εἰς τὸν ναὸν παρεισῆλθεν, ὥστε περιεργάσασθαι καὶ καταμαθεῖν τὰ ἐν αὐτῷ πάντα τελούμενα, καὶ ὧν χάριν ἡ Θεοδώρα συνεχῶς ἐκεῖ ἀφικνεῖται. τοῦ θαυμασίου δὲ Κλήμεντος τὴν συνήθη παραχρῆμα τῶν ἱερῶν ὕμνων εὐχὴν προειπόντος τυφλὸς εὐθὺς ὁ Σισίννιος ἐγένετο καὶ κωφὸς, ὡς μήτε ἀκούειν, μήτε ὁρᾶν δύνασθαι. καὶ πρὸς τοὺς οἰκέτας ἐπιστραφεὶς λάβετέ με, ἔφη, καὶ πρὸς τὴν οἰκίαν χειραγωγήσατε· ἀθρόον γάρ τι κατασκῆψαν εἰς ἐμὲ κακὸν οὔτε ἀκούειν, οὔτε βλέπειν ἀνίησι. Χεῖρα μὲν οὖν εὐθὺς ὀρέγουσιν αὐτῷ οἱ οἰκέται καὶ ἀπαίρουσι δῆθεν πρὸς τὴν οἰκίαν· ἐξελθεῖν δὲ οὐκ εἶχον, καίτοι γε πάσης τοῦ ναοῦ πύλης ἀνεῳγμένης. ἀλλὰ διὰ πάσης αὐτόν τε περιῆγον τῆς ἐκκλησίας ἀνὰ τὸ τῶν ᾀδόντων πλῆθος. ἀπέκλειε γὰρ τὴν ἔξοδον αὐτοῖς δύναμις θειοτέρα σωφρονέστερον τὸν ἀνόητον ἐκεῖνον ἐργαζομένη. περιιόντες τοίνυν πανταχοῦ τοῦ νεῶ ἐντυγχάνουσι προσευχομένῃ τῇ αὐτοῦ συζύγῳ. κἀκείνη τὸν ἄνδρα σὺν τοῖς οἰκέταις ἰδοῦσα πρῶτα μὲν ἐκκλίνει τὴν θέαν δεδοικυῖα, μὴ καὶ οὗτος αὐτῆς ἴδοι· οὐδὲν γὰρ τέως τῶν πραχθέντων ἡ Θεοδώρα ᾔδει. ἔπειτα δὲ τῶν οἰκετῶν ἕνα μετακαλεσαμένη τὴν αἰτίαν ἠρώτα, δι’ ἣν οὕτω σὺν αὐτοῖς ὁ ἀνὴρ ἀνὰ τὸν ναὸν περιέρχοιτο. κἀκεῖνος αὐτῇ πάντα καταλέγει σὺν ἀκριβείᾳ, ὅπως τε μετὰ τὴν ἐκ τοῦ οἴκου αὐτῆς ὑποχώρησιν λάθρα τὴν ἐκκλησίαν καὶ αὐτοὶ καταλάβοιεν, καὶ ὅπως τὴν εὐχὴν τοῦ πατριάρχου διατελέσαντος τυφλὸς εὐθὺς ὁ κύριος αὐτῶν γένοιτο καὶ κωφὸς, καὶ ὡς προστάξειε μὲν αὐτοῖς χειραγωγῆσαι αὐτὸν ἐπὶ τὴν οἰκίαν, οὐδεμία δὲ αὐτοῖς ἔξοδος καίτοι πολλὰ καμοῦσι καὶ πανταχοῦ τῆς ἐκκλησίας περιελθοῦσιν εὑρίσκεται.