<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="15"><p rend="indent">Ὁ δὲ ἡνίκα τοῦ ὀνόματος ἥκουσεν εἰς μνήμην ἐλθὼν τῶν τοῦ Βαρνάβα διηγημάτων ἐξήλα τότε ὡς εἶχεν εὐθὺς, καὶ προσηνῶς με καὶ γνησίως καταφιλήσας καὶ παρακαθισάμενος καλῶς ἐποίησας, ἔφη, τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντως θεοῦ, καὶ λίαν μεγαλοφρόνως οὐκ αἰδεσθεὶς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων θυμόν. μακάριος γὰρ ὡς ἀληθῶς σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ξενίσας πάσῃ τιμῇ· ἀνθ’ ὧν αὐτὴ καί σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν χάριν δανείσας καὶ ἀγαθὴν λόγων προαίρεσιν καλῶν ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος· καὶ μὴ κάμνε ἀντιβάλλων μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατά σε ὁ φιλαλήθης οὗτος ἀνὴρ ὁ Βαρνάβας ἀπήγγειλε καθ’ ἡμέραν σχεδὸν τὴν ἀγαθήν σου μνήμην ποιούμενος. καὶ ἵνα σοι ὡς γνησίῳ φίλῳ δηλώσω κατ’ ἐπιτομὴν τὸ προκείμενον, εἰ μή σοί τι ἐμποδίζει συνόδευσον ἡμῖν μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι μέλλω μέχρι Ῥώμης αὐτῆς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="16"><p rend="indent">Ἐγὼ δὲ πρὸς αὐτὸν σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν, εἶπον· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως χαίρων προῄρημαι. πλὴν περὶ ἀληθείας βούλομαι πρῶτον πληροφορηθῆναι ἵνα γνῶ, εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ, καὶ εἰ ἀΐδιος οὖσα, περὶ ὧν ἔπραξεν ἐνταῦθα, ἔχει κριθῆναι, καὶ τί ποτέ ἐστι δίκαιον ἢ ἀρέσκον θεῷ, καὶ εἰ γέγονεν ὁ κόσμος καὶ διὰ τί γέγονεν, καὶ εἰ λυθήσεται καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ κρείττων ἔσται ἢ οὐδὲ ἔσται· καὶ ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν ἤθελον. ὁ δὲ τί ταυτὶ βούλεται τὰ ῥήματα τῷ θείῳ πνεύματι γνοὺς ταχεῖαν τὴν ἀπόκρισιν ἐποιεῖτο, ἵνα καὶ ταχύ με πρὸς τὴν ἀλήθειαν ἐπαναγάγηται. καὶ συντόμως ἐγώ σοι, ἔλεγεν, ὦ Κλήμη, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι, καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="17"><p rend="indent">Ἡ τοῦ θεοῦ βουλὴ κατὰ πολλοὺς τρόπους ἐν ἀδήλῳ γέγονε τοῖς ἀνθρώποις. πρῶτα μὲν διὰ τὸ κρατηθῆναι αὐτοὺς εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ, καὶ διὰ ταῦτα πλάνῃ· ἔπειτα ἀφοβίᾳ, ἀπιστίᾳ, πορνείᾳ, φιλαργυρίᾳ, κενοδοξίᾳ καὶ <pb facs="MN41652ucmf_3_0044"/> ἄλλοις τοιούτοις, ἃ δὴ καθάπερ καπνοῦ πλῆθος εἰς ἕνα προσπελάσαντα καὶ ἐπεισελθόντα οἶκον τὸν κόσμον καὶ τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις ἀναβλέψαι αὐτοὺς οὐκ ἐᾷ, καὶ τῇ διαγραφῇ τὸν δημιουργήσαντα κατανοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὰ χρὴ τοὺς φιλαλήθεις ἔσωθεν ἐκ βάθους ψυχῆς ἐκκαλέσασθαι πρὸς ἐπικουρίαν ἀληθεῖ λογισμῷ τὸν μόνον θεὸν, κύριον δὲ ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν, καὶ παρ’ αὐτοῦ γνῶσιν λαβεῖν, ἵνα τις ἐντὸς ὢν ἐν τῷ οἴκῳ τῷ πεπλησμένῳ καπνοῦ, τῷ κόσμῳ τούτῳ φημὶ, προσιὼν ἀνοῖξαι δυνηθῇ θύραν, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνὸν, ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν πρὸ τῶν αἰῴνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα καὶ εἰς τὸ πνεῦμα τὸ ἄγιον τὸ ἐξ αὐτοῦ ἀρρήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αιώνιον, ἀΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἀπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερῖληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτσμάτων δημουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν· καὶ οὕτως ἀναγεννηθέντες δι’ ὕδατός τε καὶ πνεύματος συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="18"><p rend="indent">Διὸ πρὸ παντὸς ζητήματος καὶ αὐτὸς, ὦ Κλήμη, ἑτοίμως ὡς υἱὸς πατρὶ πρόσελθε, ἵνα καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῶς τὴν γνῶσιν θεὸς παράσχῃ σοι. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ κρίσει ἀπόκληρος ἔσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μή τοι νομίσῃς, ὅτι κἂν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστατος γένῃ, μὴ φθάσῃς δὲ τελειωθῆναι διὰ τοῦ βαπτίσματος, ἐλπίδος ἀγαθῆς τυχεῖν δυνήσῃ ποτέ. ταύτῃ γὰρ πλείονα μᾶλλον ὑφέξεις τὴν κόλασιν, ὅτι καλοῖς ἔργοις οὐκ ἐχρήσω καλῶς. οὐδὲ γὰρ καλὸν τὸ καλὸν, ὥς φασιν, ὅταν μὴ καλῶς γίνηται. σὺ δὲ εἰ οὐ θέλεις ὡς τῷ θεῷ δοκοῦν βαπτισθῆναι, τῷ σῷ μᾶλλον ὑπηρετῶν θελήματι ἐχθραίνεις πάντως τῇ ἐκείνου βουλῇ. ἀλλ’ ἴσως ἐρεῖς· καὶ τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναί με ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν θεῷ πράττεις. δεύτερον δὲ, ὅτι δι’ ὕδατος καὶ πνεύματος ἀναγεννᾶσαι θεῷ, καὶ τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γέννησιν, καὶ οὕτω σωτηρίας τυχεῖν δυνήσῃ· ἄλλως δὲ ἄρα ἀδύνατον. οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ καὶ ἀφθαρσίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας θεὸς λόγος εἶπεν ἡμῖν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι’ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὰ πρόσελθε τῷ βαπτίσματι· τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται. καὶ μὴ ἀναβάλλου, ὅτι ἡ ἀναβολὴ κίνδυνον οἶδε φέρειν διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν. </p></div><pb facs="MN41652ucmf_3_0046"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="19"><p rend="indent">Ταῦτα ἐκείνου εἰπόντος ἐγὼ μὲν, ἔφην, ἤδη εὐχαριστῶ τῷ θεῷ καὶ πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, ὅτι ὡς ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχε. πλὴν περὶ ἐμοῦ τὸ λοιπὸν ἄφροντις ἕσο. οὐδέ ποτε γὰρ ἐνδοιάσω πρός τι τῶν ὑπὸ σοῦ λαληθέντων. ὥστε κύριέ μου Πέτρε μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὰ μέγιστα δωρούμενος ἀγαθά. οἶδα γὰρ, ὅτι τοιοῦτόν ἐστι καὶ οὕτω μέγιστον, οἷον ἄν τις καὶ ταχέως λαβεῖν βούλοιτο. αἰσθάνομαι γὰρ τοῦ δοθέντος μοι διὰ τάχους χαρίσματος. ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη· χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας τῆς καὶ περὶ ἐμῆς ἀπολαύσεως. πλὴν νήστευσον τριῶν μηνῶν ἡμέρας, καὶ λαμβάνεις τὸ βάπτισμα. ἄρξαι τοίνυν ἀπὸ τῆς αὔριον. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα τὸν μάγον διάλεξις. καὶ μὴ ὀκλάσῃς παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσι. ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν, ἰδίᾳ κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας ἐπήγαγε λέγων· δώῃ σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντι τῆς αὐτῆς μοι κοινωνῆσαι τραπέζης. οὕτως εἰπὼν ἡσυχάζειν μοι προσέταξεν· ἤδη γάρ που καὶ ὁ καιρὸς πρὸς ὕπνον ἐκάλει.</p></div></div></body></text></TEI>