<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="145"><p rend="indent">Ἔμελλε δὲ καὶ αὐτὸς ἤδη τὸν βίον ἀπολιπεῖν, καὶ πρὸς τὸν διδάσκαλον ἐκδημῆσαι Χριστὸν τὸν τοῦ εὐαγγελίου δρόμον τετελεκώς. ἐπεί περ ἔγνωστο τούτῳ καὶ ὅτι σταυρῷ μέλλει καὶ οὗτος κατακριθῆναι, ἵνα τῷ διδασκάλῳ καὶ πάθους κοινωνήσῃ καὶ δόξης, μιᾷ συνηθροισμένων τῶν ἀδελφῶν πάντων, τῆς χειρός μου λαβόμενος, στὰς ἐν μέσῃ τῇ ἐκκλησίᾳ ἀκοῦσατέ μου, ἔφη, τέκνα καὶ ἀδελφοί· τοῦ μὲν ἐμοῦ δρόμου τὸ τέλος ἐγγὺς· τοῦτο γὰρ καὶ ἤδη μοί ἔγνωσται· Κλήμεντα δὲ τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ σήμερον, ᾧ καὶ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, ὡς ἀπαρχῆς μοι καὶ μέχρι νῦν συνοδεύσαντα, καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντα, ὃς ἐν πᾶσί μοι τῶν πειρασμῶν κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν ἐγὼ ἀκριβέστατα πάντων οἶδα θεοσεβῆ καὶ φιλάνθρωπον, ἁγνόν τε καὶ σώφρονα, ἀγαθὸν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τῆς ἐξουσίας τοῦ δεσμεῖν τε καὶ λύειν. δήσει γὰρ, ὃ δεῖ δεθῆναι, καὶ λύσει πάντως, ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας κανόνα καλῶς εἰδώς. αὐτοῦ οὖν ἀκούσατε εἰδότες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει θεόν, οὑ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμόν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="146"><p rend="indent">Ταῦτα αὐτοῦ λέγοντος ἐγὼ Κλήμης πεσὼν ἐπὶ γῆς, πολὺς ἦν τοῦ διδασκάλου δεόμενος, καὶ τὸν θρόνον ὡς μάλιστα παραιτούμενος. <pb facs="MN41652ucmf_3_0128"/> ἀλλ’ ὁ θεῖος ἀπόστολος, περὶ τούτου με μὴ ἀξίου εἰπών· ἃ γὰρ ὁ θεὸς βούλεται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; ἔτι πρὸς τὸ πλῆθος ἰδὼν καὶ ὑμεῖς, ἔφη, ἀγαπητοὶ ἀδελφοὶ, τὴν ὀφειλομένην ὡς πατρὶ τιμὴν καὶ εὐπείθειαν διὰ παντὸς ἀποδιδόναι τῷ ὑμῶν πατρὶ μὴ ἐλλίποιτε. οὕτω γὰρ καὶ ὑμεῖς ποιμαίνεσθαι καλῶς ἕξετε, καὶ ποιμὴν οὗτος ἔσται, καὶ οὐ μισθωτὸς, τοῦ ποιμνίου ἐπιμελούμενος. ἔσεσθε γὰρ εἰδότες, ὡς ὁ τὸν ποιμένα τε καὶ διδάσκαλον ἐν τοῖς κατὰ θεὸν λυπῶν τὸ τοῦ θεοῦ πνεῦμα λυπεῖ, οὗ τὴν καθέδραν οὗτος καὶ τὸν τόπον ἐπέχει, καὶ ὁ τοὺς αὐτοῦ λόγους ἀθετῶν Χριστὸν ἀθετεῖ καὶ παραβάτης νόμου εὑρίσκεται. πρὸ πάντων δὲ τὰ τῆς πίστεως ὑμῖν ὑγιῶς ἐχέτωσαν καὶ βεβαίως, κινδύνῳ μηδενὶ σαλευόμενα· ἔπειτα καὶ ὁ βίος ὑμῶν καθαρὸς ἔστω, ἢ καθαιρέσθω, καὶ προηγουμένως ὁ τοῦ σώματος ἁγιασμὸς σπουδαζέσθω· οὐδεὶς γὰρ τούτου χωρὶς τὸν κύριον ὄψεται. τὸ εἰρηνικόν τε καὶ ἥμερον ἀλλήλοις παντὶ τρόπῳ περιποιείσθω. εἰ δὲ καὶ συμβαίη ποτὲ ἀλλήλων μεταξὺ σκάνδαλον, μὴ ἐπιδυέτω ὑμῖν ὁ ἥλιος οὕτως ἔχουσι. τοῦ κρίνειν τὸν πλησίον εὐλαβεῖσθε· Φαρισαϊκὸν γὰρ τοῦτο καὶ κρίσεως ἔνοχον. τῆς φιλοξενίας καὶ εὐποιίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ ἐντολή τοῦ πρώτου διδασκάλου καὶ σωτῆρος θεοῦ. τοῖς πταίουσι συγχωρεῖτε τὰ ἁμαρτήματα· οὕτω γὰρ καὶ αὐτοὶ ἀπαύστως ἐρεῖτε τὸ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ζυγὰ, μέτρα καὶ στάθμια μηδὲ ἓν ἄδικον ἔστω. οὕτω γὰρ εὐνομουμένη πόλις ἡ τοῦ θεοῦ ἔσται καθολικὴ ἐκκλησία. οἱ πράγματά τινα μετ’ ἀλλήλων ἔχοντες ἐπὶ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων κρινέσθωσαν, καὶ τὸ καλὸν νοοῦντες συμβιβαζέσθωσαν· καὶ μὴ ἕλκετε εἰς δικαστήρια τοὺς ἀδελφούς. ἀπίστῳ γὰρ τοῦτο, τοῖς ἔξω κρίνεσθαι, ἐπεὶ καὶ ἀγγέλους κρινοῦμεν γέγραπται. ἐπὶ πᾶσι καὶ πρὸ πάντων οὕτως ἐστὲ τὸν ποιμένα ὁρῶντες, ὡς ἐμὲ Πέτρον, τὸν ὑπὸ θεοῦ προχειρισθέντα ὑμῖν εἰς διδάσκαλον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="147"><p rend="indent">Ταῦτα εἰπὼν καὶ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ με καθέδραν καθεσθῆναι πεποίηκε· καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὁπηνίκα τοῦ ἐνταῦθα μεταστῶ βίου, ὡς ἡ τοῦ θεοῦ κέκρικε πρόνοια, πάντα τῷ κυρίῳ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου μου ἐν ἐπιτομῇ ἀναγραψάμενον διαπέμψαι, μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ’ ἀρχῆς μέχρι νῦν μοι συνώδευσας, ἐπακούων τῶν κατὰ πόλιν ὑπ’ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ παραλίπῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα σαφῶς, ὅτι ὃ πάντως ἔδει με παθεῖν, εὐσεβῶς ἀποδέδωκα. μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ’ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς ἀγνοῶν λόγους, ἐκκλησίας τε κανόνα εἰδὼς μάλιστα, τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, τοῦ διδασκάλου Πέτρου ταῦτά μοι ἐπισκήψαντος οὐκ ὤκνησα τὸ κελευσθὲν ἐκπληρῶσαι, καὶ ὡς ἐπιτομῇ σοι πάντα γνώριμα καταστῆσαι ἐπιγράψας τὴν ὑπόθεσιν οὕτως· Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν καὶ κηρυγμάτων ἐπιτομή. </p></div><pb facs="MN41652ucmf_3_0130"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="148"><p rend="indent">ΑΥΤΗ μὲν οὖν ἡ πλήρης τῆς ἄνωθεν χάριτος τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν διήγησις, ἐπίτομόν τε ὁμοῦ διδασκαλίαν αὐτοῦ ἔχουσα καὶ τὸν τοῦ μεγάλου καὶ θαυμασίου Κλήμεντος βίον, καθάπερ ἐν πίνακι τῷ λόγῳ διατυποῦσα, ὡς αὐτὸς οὗτος Ἰακώβῳ τῷ ἀδελφοθέῳ γράφων ἐγνώρισε. τὸν μέντοι διάπυρον αὐτοῦ πρὸς θεὸν ἔρωτα καὶ τὸν πολὺν ἐκεῖνον ὑπὲρ τῆς εὐσεβείας ζῆλον ἱκανὰ μὲν τὰ ῥηθέντα δηλῶσαι· δηλώσει δὲ μάλιστα τὰ πάντων σαφέστατα καὶ αὐτὸ τὸ διὰ μαρτυρίου τέλος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="149"><p rend="indent">Τρίτος γὰρ μετὰ Πέτρον τὸν μέγαν ἐπὶ τὸν ὑψηλὸν τῆς Ῥωμαίων ἐκκλησίας θρόνον καθίσας καὶ ἀρετῆς ἆθλον αὐτὸν δεξάμενος εἵπετο κατ’ ἴχνος τῷ διδασκάλῳ, καὶ ἀποστολικὴν διδασκαλίαν καὶ αὐτὸς ἐπεδείκνυτο, καὶ τοῖς ὁμοίοις διέλαμπε τρόποις, οὐ Χριστιανοῖς μόνον εὐαρεστῶν, ἀλλὰ δὴ καὶ Ἰουδαίοις καὶ αὐτοῖς Ἕλλησι, καὶ πᾶσι πάντα γινόμενος, ἵνα τοῖς πάντας καὶ οὕτω κερδάνῃ καὶ τῷ Χριστῷ παραστήσῃ καὶ συνδήσῃ τῇ εὐσεβείᾳ. ὅπως δὲ μὴ ψιλὴ μόνον ὑπόληψις εἶναι δοκῇ τὰ παρόντα, καὶ τὰς αἰτίας ἐροῦμεν. Ἕλλησι μὲν γὰρ διὰ τοῦτο τιμώμενος ἦν, καὶ ἡδέως αὐτῷ προσεῖχον ἐκεῖνοι, ὅτι μὴ λοιδορούμενος αὐτοῖς, μηδὲ ἀποστρεφόμενος, ἀλλ’ ὥσπερ ἀπολογούμενος, καὶ μαρτυρίας πάντοθεν παράγων ἀπὸ τῶν παρ’ αὐτοῖς βιβλίων τε καὶ γραφῶν ἐδείκνυ σαφῶς, ὅθεν τε οἱ ὑπ’ αὐτῶν νομιζόμενοι θεοὶ ὥρμηνται, καὶ ὅπου γεγένηνται, ἅ τε πράξειαν, καὶ εἰς οἷον ἔλθοιεν τέλος, καὶ ὅπως τὸν βίον ἀθλίως κατέστρεψαν. εἶτα καὶ ὡς οὐκ ἀποκέκλεισται αὐτοῖς παρὰ τοῦ θεοῦ ἡ τῆς μετανοίας ὀδὸς, οὐδὲ παντάπασι τῆς σωτηρίας ἐξέπεσον· ἀλλ’ εἰ καὶ μόνον ἐπιστρέψαντας ἴδοι, καὶ τῆς προτέρας ἀπωλείας καὶ τῆς ἀπάτης ἀποσχομένους καὶ συγγνώσεται αὐτοῖς φιλανθρώπως καὶ προσηνῶς ὑποδέξεται καὶ βασιλείαν οὐρανῶν ἑτοιμάσει καὶ ἀγαθῶν ἀξιώσει τῶν ἀποῤῥήτων.</p></div></div></body></text></TEI>