<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="140"><p rend="indent">Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου τοῦ Σίμωνος καὶ Πέτρον εύλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς τὸν ἐκείνου πόθον μετέθηκε, καὶ πάντες ἐπιθυμεῖν αὐτοῦ δεινῶς ἔλεγον· ἔνιοι δὲ καὶ χαλεπαίνοντες αὐτῷ ἦσαν δῆθεν, οἷά περ αὐτῷ ἐκείνῳ Σίμωνι ὄντι, διὰ τὸ ὑπερβάλλον τῆς περὶ τὸν Πέτρον στοργῆς, καὶ χεῖρας ἐπιβαλεῖν ἐπεχείρουν. καὶ ὃς μὴ παρ’ αὐτῶν ἀναιρεσθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ἐπικαταλάβῃ ζῶντα, καὶ ἀκμαζούσῃ τῷ πρὸς αὐτὸν πόθῳ τῇ πόλει εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ τούτων ἀκούσας πρὸς τὸ ἐκκλησιάζειν πλείστους ἀγαγὼν, ἐπίσκοπόν τε καταστήσας, καὶ ἰασάμενος πολλοὺς καὶ βαπτίσας, ἡμέρας ἐπιμείνας τρεῖς τῇ Λαοδικείᾳ ἐπὶ τὸν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="141"><p rend="indent">Καὶ δὴ τὴν πόλιν καταλαβόντα τὸ πλῆθος συνδραμὸν ἅπαν μετὰ χαρᾶς ὑπεδέξατο ὡς τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ἕνα τε θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας. εἶτα πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ γέρων, ὅτι Πέτρος παρῆν, προσδραμὼν ἑαυτόν τε τῇ γῇ προσκαταβαλὼν τὰ ἐκείνου κατησπάζετο ἴχνη ἀξιῶν τῷ θείῳ τελειωθῆναι βαπτίσματι, ὥστε τὸ ἀρχαῖόν τε τῆς ψυχῆς κάλλος καὶ τὴν μορφὴν τοῦ σώματος ἀπολαβεῖν διὰ τοῦ βαπτίσματος καὶ κοινωνὸς τῶν ἀχράντων γενέσθαι τοῦ Χριστοῦ μυστηρίων καὶ ὁ Πέτρος κατηχήσας αὐτὸν, εἰρηκώς τε πολλὰ περὶ σωτηρίας, ἐπὶ τέλει δὲ καὶ τοῦτο εἰπὼν, ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱός τοῦ θεοῦ τοῖς μαθηταῖς ἐντελλόμενος, ὁ πιστεύσας, ἔφη, καὶ βαπτισθεὶς, σωθήσεται, καὶ κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις· ἐπεί περ ὁ καιρὸς πρὸς ἑσπέραν ἦν, τροφῆς μεταλαβόντας μετὰ τὴν συνήθη εὐχὴν ὁ ὕπνος ἐλάμβανε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="142"><p rend="indent">Τῇ δὲ ἐπιούσῃ ὀρθριώτερον πάλιν ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος μετακαλεῖται σὺν ἡμῖν τὸν πατέρα καὶ σήμερον, ὦ ἀδελφοὶ, λέγει, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ἦν ὕδατα πολλά τε καὶ καθαρὰ, καὶ μόνον τὸν πατέρα λαβὼν ἰδίᾳ, κατηχήσας τε πολλά καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἄρτον λαβὼν, εὐχαριστήσας τε καὶ εὐλογήσας τῶν ἱερῶν αὐτῷ κοινωνεῖ μυστηρίων. καὶ ἦμεν ὁμοῦ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ νύκτα τε καὶ μεθ’ ἡμέραν ἐπί τε τῇ τοῦ πατρὸς διὰ τοῦ θείου πνεύματος ἀναγεννήσει, καὶ τῇ ἀκροάσει τῶν Πέτρου λογίων. χρόνον οὖν τινα ἐπὶ τὸ αὐτὸ διαγαγόντων ἡμῶν, πᾶσι δῆλα κατέστη τὰ καθ’ ἡμᾶς, καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασι, καὶ πάντες ἐθαύμαζον ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν ἐμεγάλυνον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="143"><p rend="indent">Τῆς φήμης οὖν πανταχόσε διαθεούσης ὁ τῆς Ἀντιοχέων ἡγεμὼν πάντα τὰ συμβεβηκότα ἐπί τε τῷ πατρὶ καὶ τῇ μητρὶ γνοὺς, καὶ ὅτι Καίσαρι κατὰ γένος προσήκουσιν, ἀναφέρει ταῦτα τῷ Τιβερίῳ. καὶ ὁ βασιλεὺς ἀκούσας κελεύει, τὸ τάχος ἀναπεμφθῆναι αὐτοὺς εἰς Ῥώμην. ὃ καὶ <pb facs="MN41652ucmf_3_0126"/> γέγονε. καὶ μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας ὁ ἡγεμὼν ἐξ Ἀντιοχείας πρὸς τὸν Καίσαρα Τιβέριον αὐτοὺς ἀποστέλλει. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς ἐξέστη ἐπὶ τούτῳ, καὶ περιφὺς αὐτοῦ τῷ τραχήλῳ θερμῶς ἔκλαιεν. ἐπισχὼν δὲ τοῦ πένθους, πρὸς τὴν σύγκλητον ἀποβλέψας συγχάρητέ μοι, ἔφη, πάντες καὶ κοινὴν ἑορτὴν ποιησώμεθα τὴν ἀνεύρεσιν Φαύστου καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. εἶτα καὶ εὐωχηθεὶς μετ’ αὐτῶν καὶ χρήματα πολλὰ χαρισάμενος ἔτι δὲ καὶ παῖδας καὶ παιδίσκας εἰς ὑπηρεσίαν αὐτοῖς δεδωκὼς, θεραπείᾳ πλείστῃ καὶ τιμῇ περιέβαλεν. οἳ καὶ χρόνον οὔτι βραχὺν ἐν Ῥώμῃ διῆγον, εὐσεβῶς μὲν βιοῦντες καὶ πένησι τὰ ἑαυτῶν χορηγοῦντες καὶ πᾶσαν ἄλλην ἀρετὴν μετερχόμενοι, ἕως ἐν γήρει καλῷ τὰ ἐνταῦθα λιπόντες τὴν Χριστοῦ βασιλείαν ἠλλάξαντο, ἀρχέτυπον βίου καὶ παράδειγμα πρὸς ἀρετὴν ἀκριβέστατον τὸν ἑαυτῶν βίον τῇ Ῥωμαίων παρασχόμενοι πολιτείᾳ.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="144"><p rend="indent">Ἐγὼ μέντοι Κλήμης μετὰ τῶν ἀδελφῶν ἔτι παρὰ τῷ διδασκάλῳ Πέτρῳ μεμενηκὼς, ἐχομένῳ τε τοῦ κηρύγματος καὶ πολλοὺς ἐκ ποικίλων νόσων καὶ παθῶν ἰωμένῳ. ἐπεὶ τὰς πόλεις ἐκεῖνος ἀμείβων ἔφθασε καὶ εἰς Ῥώμην, καὶ τοῖς συνιοῦσι τὸν τῆς εὐσεβείας λόγον διήγγειλε, καὶ πολλοὺς τῷ μέρει Χριστοῦ προσήγαγε διὰ τοῦ βαπτίσματος, ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ τῶν εὐγενῶν γυναικῶν τὰς περιφανεστέρας, καὶ ἃς ὁ λόγος ματρώνας οἶδε καλεῖν, ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν πάσας προσδραμεῖν πεῖσαι τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι θεῷ.</p></div></div></body></text></TEI>