Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων φασὶ πρὸς αὐτόν· καὶ τί ἄρα σοι κέρδος ἀπὸ τῆς μηχανῆς ἔσται ταύτης; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν, οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ τινες ἐμὲ καταλιπόντες Πέτρῳ προσπεφοιτήκασιν. Ἀππίων δὲ καὶ Ἀννουβίων κατ’ ἰδίαν πάντα τῷ Φαύστῳ διασαφοῦσι, καὶ τὴν ἐπιβουλὴν φράζουσι. καὶ ὁ Φαῦστος οὐκ ἀληθεῖς εἶναι τοὺς λόγους νομίσας, συνδειπνήσας τῷ Σίμωνι μετά γε τῶν ἑταίρων Ἀππίωνος τε καὶ Ἀννουβίωνος ἐκ χειρὸς τοῦ Σίμωνος λαμβάνει τὸ μῦρον, καὶ τὸ ἴδιον ἀλειψάμενος πρόσωπον τὴν τοῦ Σίμωνος εὐθὺς ὑπέδυ μορφὴν. πλὴν ἐν μέσῃ γε τῇ νυκτὶ διαναστὰς ὁ Σίμων τὴν ἐπὶ τῆς Ἰουδαίας φυγὴν ἐποιεῖτο. Ἡμεῖς δέ γε οἱ τῷ Πέτρῳ συνόντες δι’ ὅλης ννκτὸς ἀλλήλοις διομιλοῦντες ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες διενυκτερεύσαμεν. ἤδη δέ πως τῆς νυκτὸς ὑπαυγαζομένης ὁ Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς ἔφη· διαπορῶ, τί ἄρα γε τῷ ὑμετέρῳ πατρὶ γέγονε. καὶ λέγοντος ταῦτα ἰδοὺ καὶ ὁ πατὴρ ἧκε, τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον ἥδη καταλαβὼν, ἀθυμοῦντά τε ἰδὼν καὶ προσαγορεύσας ἀπελογήσατο, δι’ ἥν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ὁ πατὴρ ἐξεπέπληκτο. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ μορφὴν ἐνορῶν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκεν τὸν ὑμέτερον ἀπωθεῖσθε πατέρα καὶ ἀποστρέφεσθε; ἡμεῖς δὲ πρὸς αὐτὸν καὶ ἡ μήτηρ, ὅτι Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος, οὐ, φησίν. ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ γνώριμός ἐστι μόνη· ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος ὁποῖόν ἐστι καθορᾶται· ἐπεὶ μὴ Σίμων ἐστὶν οὗτος, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος ὄντως πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ λέγει· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου. Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς, λέγων· εἰδέναι σε θέλω, κύριέ μου Πέτρε, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχε, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο σπουδάζων ἦν, ἥ σε μισητὸν αὐτοῖς καταστῆσαι, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, ἐφ’ ᾧ καὶ τοσοῦτον αὐτοὺς ἠρέθισε κατά σου, ὡς γλίχεσθαι τοὺς ἐκεῖ πάντας τῶν σαρκῶν αὐτῶν θηριωδῶς ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες, ἤλθομεν ἀπαγγεῖλαί σοι. ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθείς τις βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωνος μαθὼν, ὅτι φυγὰς εἰς Ἰουδαίαν ᾤχετο, καὶ αὐτὸς κατὰ ζήτησιν αὐτοῦ ἀπῆλθεν, ἵνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν. Ταῦτα ἀκούσας φησὶ πρὸς τὸν πατέρα Φαῦστον ὁ Πέτρος· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας εἰσεληλυθότων, ὡς ἐκεῖ γεγονὼς ὁ Σίμων ἰσχυρῶς τοὺς ὄχλους παρώξυνε κατ’ ἐμοῦ, πλάνον τε καὶ μιαιφόνον, πρὸς δὲ καὶ μάγον καὶ γόητα καὶ τὰ τοιαῦτα καλῶν. νῦν οὖν ἐξαυτῆς ποίησον, ὅ ἐγώ σοι ἐντέλλομαι. καὶ καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ, προλαβὼν αὐτὸς εἰς τὴν Ἀντιοχέων μετὰ καί τῆς γυναικὸς Ματθιδίας ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν· συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οἵ τινες δυνατοὶ ἔσονται ὑπουργῆσαί μου τῷ βουλήματι· μετὰ τούτων ἐν τῇ Ἀντιοχείᾳ γενόμενος, ἐν ὄσῳ τὴν μορφὴν ἔτι Σίμωνος περιφέρεις, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν. Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὀξὺς ὢν εἰς τὸ νοῆσαι Φαῦστος οἶδα, ἔφη, κύριέ μου, τί βούλεται τὰ ῥήματα ταῦτα. διὸ μὴ κάμνε. μελήσει γάρ μοι ἐκεῖσε γενομένῳ διατελέσαι τὸ προσταττόμενον. καὶ δῆτα ὑπὸ νύκτα ὁ πατήρ μεθ’ ὧν ἐκέλευσε Πέτρος τῆς πόλεως ἐξορμήσας ἐπὶ τὴν πλησίον Ἀντιοχείαν ἦλθε. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἴρηκε πρὸς τὸ πλῆθος· ἐγὼ Σίμων, ἐγὼ ταῦτα ὑμῖν κηρύσσω καὶ ὁμολογῶ, ἀδίκως καταψεύσασθαι Πέτρου. οὔκ ἐστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ ἔλεγον. δέομαι ὑμῶν ἐγὼ αὐτὸς ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς· παύσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν οὗτος ἀπόστολος. διὸ καὶ αὐτὸς ἐγὼ σύμβουλος ὑμῖν τά γε πρὸς σωτηρίαν τὴν ὑμετέραν καθίσταμαι καὶ παραινῶ πείθεσθαι τούτῳ, καὶ πιστεύειν τῷ ὑπ’ αὐτοῦ κηρυσσομένῳ θεῷ· ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται, καὶ ὑμεῖς σὺν αὐτῇ. ὅτου δὲ χάριν εἴρηκα ταῦτα, καὶ τοῦτο ὑμᾶς εἰδέναι βούλομαι. ταύτῃ γὰρ τῇ νυκτὶ άγγελοί με θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν, ὡς ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης· ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ μοι τὰ κακῶς πεπραγμένα μοι συγχωρηθῆναι.