Ταῦτα τοῦ διακόνου λέγοντος ἰδοὺ καὶ ὁ Σίμων σὺν Ἀθηνοδώρῳ καί τισιν ἄλλοις ἑταίροις εἰσῄει, καὶ πρὸ τοῦ τι τὸν Πέτρον ὅλως εἰπεῖν αὐτὸς προλαβὼν ἔμαθον, φησὶν, ὅτι χθὲς ὑπέσχου τῷ Φαύστῳ κατὰ τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ’ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίαν ὑφέξει τὴν τιμωρίαν. πρὸ πάντων οὖν ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας μεταπεῖσαι ἄνδρα σοφὸν οὕτω, καὶ ταῦτα πρεσβύτην· ἀλλ’ οὐκ ἐπιτεύξῃ τῶν ἐλπίδων καὶ τοῦ θελήματος, ἅτε παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἂν καὶ ἠπάτητο μὴ παρόντος ἐμοῦ ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστωμένων βίβλων. τὰ νῖν δὲ τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα θᾶττόν σου τὴν ὑπόσχεσιν ἀσθενῶς ἔχουσαν διελέγξω. λέγε τοιγαροῦν, ὃ ὑπέσχου. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ’ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν ἐθέλοις παραλιπεῖν, αὐτάρκης καὶ οὕτως ἀπόδειξις ὅτι ψευδῆ τὰ ὑπεσχημένα, καθ’ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί περιμένω σε λέγειν μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν γέροντα τουτονί; ταῦτα εἰπὼν καὶ τῷ πατρὶ προσβλέψας φησίν· εἰπέ μοι, ἀνδρῶν ἁπάντων ὁ τιμιώτατος, οὐχὶ οὗτος ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς, καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν ἀθάνατον εἰσπραχθήσεται τιμωρίαν; Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ’ ἐμοῦ ἀπῄτεις, ὦ Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν· οἶμαί σε ὀργῆς πεπλησμένον διαλεχθῆναι βούλεσθαι. τοῦτο δὲ οὔτε σοι προσήκει ποιεῖν, οὔθ’ ἡμῖν οὕτως ἔχοντα ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι· ἀλλ’ ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ ὑφ’ ἑτέρῳ κρίνοντι τοὺς λόγους δοτέον, καὶ οὕτω πάντως ἀναμφίλογον τἀληθὲς εὑρεθήσεται. ἤρεσε τῷ Σίμωνι τὸ λεχθὲν, καὶ ποιήσειν ὑπέσχετο κατὰ ταῦτα. πλὴν ἀλλὰ δέδοικα, τῷ Φαύστῳ ἔφη, μή πως ἤδη προκατειλημένος τοῖς τοῦ Πέτρου λόγοις οὐ φιλαλήθης γένῃ κριτής. Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ὡς ἂν δόξω φιλαλήθης εἶναι κριτής. εἰ γὰρ τἀληθῆ βούλει μαθεῖν, τῷ σῷ φρονήματι προείλημμαι μᾶλλον. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὃ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς, ἄκουσον. ἐλέγξειν ὑπέσχου τὸν Πέτρον ἕνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται· ὁ δὲ τὸν ἕνα λέγοντα ἐλέγξαι ἐπαγγελλόμενος, πάντως εὔδηλον ὡς ἐκεῖνος ἀληθεύων, οὐ τὸ αὐτὸ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ἄρα ψεύδεται· εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, ἄντικρυς ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μὴ ἂν ὅτι πολλοὺς αὐτὸς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγώ φημι. τῷ αὐτῷ οὖν σοι πρὸ τῆς ζητήσεως λόγῳ κἀγὼ προκατείλημμαι· καὶ κατὰ τοῦτο περὶ ἐμοῦ σε τὸ παράπαν οὐ δεδοικέναι χρὴ, ἀλλὰ Πέτρον μᾶλλον· τυγχάνω γὰρ αὐτῷ καὶ ἔτι τὰ ἐναντία φρονῶν. μετὰ δὲ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτὴς, πᾶσαν ἀποδυσάμενος πρόληψιν, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι. Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖράς τε ἐπετίθει, καὶ ὑπὲρ αὐτῶν ηὔχετο, καὶ ὁμοῦ πάντες εὐλογήσαμεν τὸν θεόν. ὑπεισέδραμε δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως ἀπὸ Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας ὁ Σίμων ἔξεισιν εὐθέως ὡς τοὺς εἰρημένους ὑποδεξόμενος. ὁ δὲ πατὴρ προσελθὼν τῷ Πέτρῳ εἴ μοι ἐπιτρέπεις, ἔφη, κύριέ μου, πορεύομαι κἀγὼ σὺν αὐτῷ προσαγορεύσων Ἀππίωνά τε καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γενομένους. τυχὸν γὰρ καὶ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω, ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἀληθῶς, ἔφη, κἀγὼ συνορῶ τοῦτο οὑτωσὶ ἔχον. Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνά τε καὶ Ἀννουβίωνα καὶ προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν καὶ φάσκοντας, καθ’ ὅτι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν, εἶτα καὶ τὰ κατὰ τὸν Σίμωνα πυθόμενος εἰς ἐπιζήτησιν αὐτοῦ πέμψειεν, ὅπως καὶ αὐτὸν ὁμοίως κολάσῃ, πρὸς Ἀννουβίωνα καὶ Ἀππίωνα ἔφη· Φαῦστον πρὸς ἡμᾶς ἐλθόντα μετασχεῖν ἁλῶν ποιήσατε σὺν ἡμῖν· ἐγὼ δὲ μῦρόν τι κατασκευάσω, ἵνα δειπνήσας καὶ ἀλειψάμενος τὴν ἐμὴν πᾶσι δόξῃ ἔχειν μορφήν.