Ἐπεὶ τούτων ἤκουσεν ὁ πατὴρ, τὸν λόγον ἀναλαβὼν μὴ νόμιζε, εἴρηκε, κύριέ μου Πέτρε, ὡς πάντη μου διαπέφευγε τὸν νοῦν ἡ περὶ τοῦ ὑπὸ σοῦ κηρυττομένου λόγου δύναμις· ἀλλὰ καὶ τοῦ παιδὸς Κλήμεντος πολλὰ δι’ ὅλης νυκτὸς ὁμιλοῦντός μοι, ὥστε συνθέσθαι τοῖς ὑπὸ σοῦ λεγομένοις, καὶ πάντα τρόπον εἰς τοῦτο ἐνάγοντος. τί δαὶ, πρὸς αὐτὸν ἔφην ἐγὼ, δύναταί τις ἐντέλλεσθαί τι καινότερον, παρ’ ὃ πρότερον οἱ ἀρχαῖοι παρῄνεσαν; κἀκεῖνος ἠρέμα γελάσας πολλὴ διαφορὰ, πάτερ, εἶπε, μεταξὺ τῶν τῆς θεοσεβείας λόγων καὶ τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας λόγος τὴν ἐκ προφητείας ἔχει βεβαίαν ἀπόδειξιν· ὁ δὲ τῆς φιλοσοφίας ἀπὸ συνθέσεως λόγων καὶ στοχασμῶν δοκεῖ παριστάνειν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι λόγον ἐξέθετο, ὃν οὐ πολλῷ πρότερον αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς, ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα, παρατιθέναι καὶ τὴν ἄλλην· καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸν χιτῶνα· ἀγγαρεύοντι δὲ μίλιον ἓν, συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα. Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, καίτοι γε δικαιότατόν ἐστι. καὶ εἴ σοι φίλον ἐστὶν, ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος· τί δαὶ, εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἓν ἢ διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων καὶ τὸ θανεῖν ὡς ὁ ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἀπεκρίνατο· νῦν με πέπεικας, ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσι. καὶ διὰ τοῦτο ἐπὶ πλέον ἀδικώτατόν μοι φαίνεται τὸ γινόμενον, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν ἑαυτοὺς ἔβλαψαν μᾶλλον, πολλὴν δὲ τοῖς ἀδικηθεῖσιν ἐπορίσαντο τὴν ὠφέλειαν· οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ μᾶλλον ἀδικοῦσιν, ὅτι καίτοι πλεῖστα παρ’ ἐκείνων ὠφεληθέντες τοῖς ὁμοίοις αὐτοὺς οὐκ ἀμείβονται. καὶ ὁ Πέτρος· ἀλλ’ οὐ παρὰ τὴν τῶν ἐπηρεαζόντων, ἀλλὰ παρὰ τὴν τῶν δεχομένων ταῦτα γίνεται γνώμην. Καὶ ὁ πατὴρ ἐπαινέσας τὰ εἰρημένα πρὸς τὸν Πέτρον φησίν· ἀλλ’ ὦ κύριέ μου, καὶ τοῦτόν μοι τὸν λόγον σαφήνισον μέμνημαι γὰρ εἰρηκότος μοι Κλήμεντος, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη πρὸς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως ἐστίν. ἃ γὰρ ἄνθρωποι κτώμεθα τοῦ πλείονος ἐφιέμενοι εἴτε ἱμάτια, φημὶ, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, οὐ καλῶς πάντως ποιοῦντες κτώμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν ὡς μικρῷ πρόσθεν ὑμῖν εἴρηκα. εἰ γὰρ ἐν πᾶσι τὰ κτήματα προξενεῖν οἶδε τοῖς ἔχουσιν ἁμαρτήματα, ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· καὶ δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστὶν, ὡς ἔφην, τὸ μηδὲν ἔχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ κατὰ τὸ δοκοῦν θεῷ πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίρους ὑπομένοντες τιμωρίας αἰωνίων ἀπαλλαγῶσι κολάσεων. καὶ ὁ πατήρ· τί δαὶ, οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; εἶτα παρὰ τοῦτο καὶ αὐτοὺς τῆς τῶν σωζομένων εἶναι μερίδος φήσομεν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ πενία, ὧν μὴ προσῆκεν ὀρεγομένη, ἐπεὶ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ μακαρίζων τοὺς πτωχοὺς μακάριοι οἱ πτωχοὶ, ἔφη, τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἔχω τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου. Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, προϊόντα τὸν λόγον ἐκθήσομαι ἀπ’ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, αὐτὸν μόνον δεῖν λέγειν θεὸν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰώνια κολασθήσεται ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων ἀσεβήσας θεόν. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ τούτους εὐχῇ θεραπεύσας, τὴν ἐκκλησίαν διέλυσεν· εἶθ’ οὕτως εἰσελθὼν καὶ τῶν συνήθων ἁλῶν μεταλαβὼν ὕπνωσεν. Ὄρθρου δὲ πάλιν ὁ Πέτρος ἐξιὼν καὶ ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον στὰς, ἅτε καὶ πολλῶν συνδεδραμηκότων ὄχλων, ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας εἰσεληλυθὼς ἀπ’ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστι μετά γε τοῦ Ἐπικουρείου Ἀθηνοδώρου διαλεγομένῳ σοι ἐπελθεῖν, ὡς ἂν πᾶσι τοῖς ὑπὸ σοῦ περὶ μοναρχίας ὑπαγορευομένοις δημοσίᾳ παρὼν αὐτὸς ἀντιλέγοι.