<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="120"><p rend="indent">Καὶ ὁ Πέτρος· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἆρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ οὐ ψεύσομαι, ἔφη, πρὸς σέ· ὡς ἀληθῶς ἄρα οὔσης γενέσεως ἐβεβαίουν. ἔχω γὰρ οὐκ ἀμυήτως τοῦ θεωρήματος. πλὴν ἀλλὰ καὶ συνῆν μοι τὶς ἀστρολόγων ἀνὴρ ἄριστος Αἰγύπτιος Ἀννουβίων ὄνομα, ὅστις ἐν ταῖς ἀποδημίαις κατ’ ἀρχάς μοι φιλιωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος· οὐκοῦν ἔργῳ πέπεισαι νῦν, ὅτι οὐ συνέστηκε τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ τὸν ἐμὸν ὑπερβαίνοντα νοῦν κατὰ μέρος ἐκθέσθαι σοι, ἵνα παρὰ σοῦ πάλιν τ’ ἀληθῆ μάθω καὶ βέβαια. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ τῆς ἀληθείας αὐτοὺς ἐφικνεῖσθαι. ἀλλὰ μή πως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν. ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν· ὡς ὑπονοεῖν με τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι’ ἀμαθίαν ψεύδεσθαι μόνην διὰ τὸ ηὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἄπεχε, ἔφη, μή πως περὶ ὧν ἀληθεύουσιν ὡς ἐπιτυγχάνοντες καὶ οὐχὶ ὡς ἀκριβοῦντες ἄρα προλέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων· πῶς οὖν ἐστι περὶ τούτου με πιστωθῆναι τὸ εἴτε συνέστηκε τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="121"><p rend="indent">Ἀμφοτέρων οὖν σιωπώντων ἐγὼ Κλήμης ἐπειδὴ τὸ μάθημα, ἔφην, ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ πατήρ μου οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ποιήσασθαι λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἐν Ἀντιοχείᾳ, ἔφη. ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ἐπιδημεῖν, ᾧ καὶ παρεπόμενος Ἀννουβίων ἀχώριστός ἐστιν. ἐπὰν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις ἐπ’ ἐκείνου γενήσεται. καὶ ὅμως πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρᾶς πληρωθέντες καὶ θεῷ πολλὴν χάριν ὁμολογοῦντες, ἑσπέρας καταλαβούσης εἰς ὕπνον ἐτράπημεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="122"><p rend="indent">Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν ἔνθα ὁ Πέτρος ἦν, καὶ προσαγορεύσας ἐκαθέσθη· ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τὸν πατέρα προσβλέψας σπεύδω σε, ἔφη, ὁμόφρονα γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς κἀκεῖ μετὰ τὸν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸν συνὼν ἐν εὐφροσύνῃ διάγῃς. ἢ γὰρ οὐ τὰ μέγιστά σέ τε λυπεῖ καὶ <pb facs="MN41652ucmf_3_0112"/> αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως γινόμενον, πόσῳ γε μᾶλλον λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="123"><p rend="indent">Καὶ ὁ πατὴρ ἔφη· ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν τῇ κολάσει διαπιστοῦντα μὴ λυπεῖσθαι, ἐκείνους δὲ περὶ σοῦ πεπεισμένους, ὡς ἄρα οὐ μικρὰν ἔχεις ἀνάγκην, ἐκ περισσοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν ὑπ’ ἐμοῦ λεγομένων σοι ἀκούων καὶ κρίνων, εἰ ταῦτα οὕτως ἔχει ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῇ τῶν λόγων σου σκέψει δείξῃς τὰ ὑφ’ ἡμῶν λεγόμενα ψευδῆ τινα μῦθον εἶναι, καὶ ὁμογνώμονάς σου λάβοις αὐτοὺς, καὶ οὕτω καλῶς ποιήσεις. τοῦ τε γὰρ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ φόβων αὐτοὺς ψευδῶν ἀπαλλάξεις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="124"><p rend="indent">Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος· τί οὖν ἐστι τὸ κωλύον συνθέσθαι σε τῇ ἡμετέρᾳ πίστει; οὔτε γὰρ ἀσχολίαις ἀγορασμῶν, οὔτε πράξεων, οὔτε γεωργιῶν, οὐ φροντίδων, οὐδενί τούτων κατέχῃ. δύνασαι δὲ νοεῖν ὡς οὐκ αὐτομάτως ἐγένετό τι τῶν ὄντων, οἷα προνοίας οὐκ οὔσης. καὶ τούτου δεῖγμα σαφέστατον τὰ περί σε καὶ τὰ σὰ τέκνα καὶ τὴν γυναῖκα γεγενημένα. εἰ γὰρ παρά σοι ὄντες καὶ εἰς δεῦρο ἐτύγχανον, οὐκ ἂν τὸν τῆς εὐσεβείας λόγον ἐδέξαντο, οὐκ ἂν ἐπιγνῶναι τὴν ἀλήθειαν ἠδυνήθησαν. διὰ τοῦτο μετὰ τῆς ἀποδημίας καὶ ναυάγιον ᾠκονομήθη, καὶ πικροῦ θανάτου ὑπόνοια, προσέτι δὲ καὶ ἡ περὶ τὰ Ἑλληνικὰ τούτων ἄσκησις, ἵν’ ὡς πρότερον αὐτὰ παιδευθέντες, εἶτα μεταβαλόντες πρὸς τὴν εὐσέβειαν, δυνατοὶ ὦσιν ἑτοίμως αὐτὰ καὶ μετὰ πολλῆς ἀνασκευάζειν τῆς εὐκολίας, καὶ ἅ κακῶς τηνικαῦτα κατὰ τῆς εὐσεβείας προυβάλλοντο, τούτοις καλῶς ὑπὲρ αὐτῆς καὶ ἐν καιρῷ τῷ προσήκοντι χρήσαιντο· εἴσῃ δὲ σαφῶς καὶ αὐτὸς ἀπό γε τοῦ μακροῦ τούτου ἀναγνωρισμοῦ, καὶ ὧν μεταξὺ σαφῶς ἡ πρόνοια περί σε ᾠκονόμησεν, ὡς ἄρα οὐδὲν τῶν γινομένων αὐτομάτως οὕτως καὶ εἰκῆ γίνεται, ἀλλ’ ἐκείνη ἐστὶν ἡ ἐφεστῶσα καὶ τόδε τὸ πᾶν συγκρατοῦσα διηνεκῶς καὶ συνέχουσα, εἰ καὶ τὰ πολλὰ τὴν διάνοιαν ὑπερβαίνει τὴν ἡμετέραν.</p></div></div></body></text></TEI>