<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="115"><p rend="indent">Καὶ ὁ γέρων· ἀληθῶς ἔφης· ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ <pb facs="MN41652ucmf_3_0106"/> ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὤν καὶ Ῥώμην πρῶτον οἰκήσας, εἶτα φιλιωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἀκριβῶς ἠπιστάμην, καὶ ἱστορήσας ἀκολούθως τὰς πράξεις ἀποτελεσθείσας αὐτῶν τῇ γενέσει, λόγοις μόνοις οὐκ ἔχω σοι πείθεσθαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα, ποιοῦν μοιχάδας ἰδίων δούλων ἐρώσας καὶ ἐπὶ ξένης ἐν ὕδατι θνησκούσας· ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ τὸν ψόγον φέρειν οὐ δυναμένη, φυγοῦσα ἐν ἀλλοδαπῇ καὶ κοίτης αὐτῷ κοινωνήσασα κατὰ θάλασσαν διεφθάρη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="116"><p rend="indent">Κἀγὼ ἀπεκρινάμην· καὶ πῶς ἄρα γινώσκεις, ὅτι ἡ φυγοῦσα, ἐπ’ ἀλλοδαπῆς γενομένη τὸν δοῦλον ἔγημε καὶ γήμασα ἐτελεύτησε; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐκ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον· ἀλλὰ μετὰ τὴν ἐκείνης ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς πάντα μοι τὰ κατὰ τὸν αὐτῆς ἔρωτα διηγήσατο, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἐβουλήθη μιάναι τὴν κοίτην· καὶ πῶς βουλομένη καὶ αἰδουμένη πάλιν αὐτόν τε καὶ τὸν ψόγον ἡ τάλαινα· οὐκ ἔστι γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα καὶ πάσχειν καὶ ποιεῖν ἠναγκάζετο· ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγε γὰρ αὐτὴν εἰρηκέναι, ὅτι ὄναρ αὐτῇ τις ἐπιστὰς ἐκέλευσεν ἐξ αὐτῆς ἅμα τέκνοις τῆς Ῥωμαίων ἐκβῆναι πόλεως· ὁ δὲ ἀνὴρ σώζεσθαι ταύτην σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα παιδευθησομένους αὐτοὺς εἰς τὰς Ἀθήνας ἐξέπεμψε σὺν μητρὶ καὶ δούλοις· τρίτον δὲ υἱὸν ἔχων παρ’ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος ἐν ὀνείρῳ συνεῖναι αὐτῷ ἐπιτρέψαντος· πολλοῦ οὖν παρεληλυθότος χρόνου ὡς οὐκ ἔλαβε γράμματα παρ’ αὐτῆς, αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτατον ὄντα ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμνον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν. καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς Ῥώμης, καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας ἐγενόμεθα μέρη. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἐκεῖνος μὲν ἀθυμῶν ἐτελεύτησεν· ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν τροφὰς ἔκτοτε καὶ εἰς δεῦρο πορίζομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="117"><p rend="indent">Ταῦτα τοῦ γέροντος εἰπόντος συνιδὼν, ὅτι ὃν ἔλεγε γέροντα οὗτος αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν ὁ πατὴρ ὁ ὑμέτερος, οὐκ ἐβουλήθην αὐτῷ συναντιβαλεῖν, μέχρις ἂν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν δὲ μηνύσας ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί τῷ γέροντι ὄνομα. ὁ δὲ ἔφη· Φαῦστος· τί δὲ τοῖς διδύμοις υἱοῖς· ὁ δὲ ἀπεκρίνατο· Φαυστῖνος καὶ Φαυστινιανός· τί δὲ τῷ τρίτῳ υἱῷ· <pb facs="MN41652ucmf_3_0108"/> ὁ δέ· Κλήμης, εἶπε· τί δὲ τῇ τούτων μητρὶ ὄνομα· Ματθιδία, φησίν. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἴνα μετὰ τὴν τῶν ἁλῶν κοινωνίαν ταῦτα προσανάθωμαι ὑμῖν. πρὸ δὲ τῶν ἁλῶν εἰπεῖν ὑμῖν οὐ δέον ἔκρινα, μήπως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσι. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν, ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν θεὸν γενναίως φερέτω τὰ εἰρημένα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατὴρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς εἰρήκατε στοχαζόμενοι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="118"><p rend="indent">Ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ μὴ φέρουσα μέγα ἀνέβραγεν· οἴμοι, ἄνερ, ὡς ἀγαπῶν ἡμᾶς κρίσει μὲν αὐτὸς ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες τὸ φῶς ὁρῶμεν καὶ τροφῆς ἄρτι μεταλαμβάνομεν. οὔπω τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης ἰδοὺ καὶ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκρίβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλήστου χαρᾶς ἐπέχειν ἑαυτοὺς οὐκ ἠδύναντο. καὶ μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἡ μήτηρ· ἔχω σε Φαῦστε τὸν κατὰ πάντα γλυκύτατον. πῶς ἄρα ζῇς, ὃν ὡς τεθνεῶτα μκρῷ πρόσθεν ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν οἱ υἱοὶ Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ὁ ποθεινὸς Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες τὴν ἐκείνου μορφὴν ἀμυδρῶς πως κατεμανθάνομεν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="119"><p rend="indent">Ἅ καὶ βλέπων ὁ Πέτρος σὺ εἶ Φαῦστος, εἶπεν, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἐγὼ εἰμι, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τοὺς σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· συγγενὴς ὢν Καίσαρος καὶ γενέσθαι κατάφωρος οὐκ ἐθέλων ἐπ’ ἄλλῳ τινὶ τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵν’ αὐτοῖς ὅστις εἰμὶ μὴ ἐπιγνωσθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τὸν τόπον ἡγούμενοι ταῦτα μαθόντες ἀνακαλέσονται Καίσαρι κεχαρισμένα ποιοῦντες καὶ τὴν τοῦ βίου πάλιν εὐδαιμονίαν μοι περιθήσουσιν, ὅπερ ὅλῃ προθέσει πρότερον ἀπεταξάμην, ἄνευ τῶν ἐμοὶ φιλτάτων τέκνων πολιτεύεσθαι ἢ ζῆν ὅλως μὴ ἀνεχόμενος. </p></div></div></body></text></TEI>