Ἐπὶ τὸν αἰγιαλὸν οὖν γενομένων ἡμῶν καὶ μεταξὺ πετρῶν τινῶν γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡμεῖς δὲ καὶ σὺν ἡμῖν ὅσοι παρῆσαν, τῶν γυναικῶν χάριν ὑπεχωρήσαμεν. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψε δι’ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν, μόνοις ἐκ τῶν ἀνδρῶν ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταύταις ἐγκελευσάμενος. ἐλθόντες οὖν ἐπὶ τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἀφικέσθαι ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν καὶ ἄρτον λαβὼν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας τῇ μητρὶ πρῶτον ἐπέδωκε καὶ μετὰ ταύτην ἡμῖν τοῖς υἱοῖς. καὶ οὕτως αὐτῇ συνειστιάθημεν καὶ τὸν διδόντα τροφὴν θεὸν εὐλογήσαμεν. Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν, καθίσας αὐτὸς καὶ ἡμᾶς δὲ παρακαθεσθῆναι κελεύσας ὑφηγεῖτο, τίνι λόγῳ προπέμψας ἡμᾶς απὸ τοῦ βαπτίσματος αὐτὸς βραδύνας ἐπῆλθε. τὴν δὲ αἰτίαν ἔλεγεν εἶναι τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησὶν, ἀποστῆναί μου, γέρων τὶς συνῄει περίεργος, κλέπτων ἑαυτὸν καὶ βουλόμενος ὁρᾶν, αὐτὸς μὴ ὁρᾶσθαι. καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγησε, πρὸς τὸ ἰδεῖν τί ἂν καὶ πράττοιμεν εἰς τὸν σκεπεινὸν τόπον γενόμενοι, λάθρα ἐκβὰς ἠκουλούθησεν. εἶτα ἐν εὐκαίρῳ τόπῳ μοι προσελθὼν καὶ προσαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν ἐθέλων ᾐδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπήνῃς. νῦν δὲ τὰ δοκοῦντα ἐμοὶ ἀληθῆ λέγω, εἰ βούλει. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν, ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπεί περ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας. Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφῇ πράττοιτε· καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα, καὶ ἐλεήσας ὑμᾶς ἀνέμεινα ὅπως ἐξιοῦσι προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ’ οἷς πέπονθα πεπληροφόρημαι ἀκριβῶν ἐκ πολλοῦ τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχη, εἴτε καὶ μὴ τὰ ἐκ τῆς γενέσεως παθεῖν ἂν ἔχοις. αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν εὐθηνίᾳ πολλὰ καὶ θεοῖς ἔθυον καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐ δεδύνημαι. κἀγὼ πρὸς αὐτόν· καὶ τίνα ἐστὶν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη μοι λέγειν νῦν· ἴσως δὲ ἐπὶ τῷ τέλει ἀκούσῃ , τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πίστεις σοι παρασχεῖν βούλομαι. Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦθ’ οὕτως ἔχειν πεπληροφόρησαι, σεαυτῷ τἀναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς συμβουλεύων ἡμῖν, ὃ γενήσεσθαι πάντως ἀδύνατον; ἀλλ’ ἔτι μὴν εἰ γένεσις ὑφέστηκε, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι, γενέσθαι ἀδύνατον. ἀεὶ γὰρ ἂν τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχοι. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν γενέσεως ἐπικρατούσης περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται τῇ καθόλου αὑτῶν ὑποκείμενοι γενέσει. Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς ἐπισυνῆλθεν ὄχλος. καὶ ὁ Πέτρος εἰς αὐτὸν ἀποβλέψας ἔφη· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφότες καὶ παράγγελμα ἔχοντες γενέσει μὴ προσανέχειν, φημὶ δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο καὶ οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. φημὶ γὰρ, ὅτι κατὰ θεοῦ πρόνοιαν διοικεῖται τὰ πάντα, καὶ ἕκαστος πρὸς ἅ πράττει τιμῆς ἢ κολάσεως τεύξεται. εἴτε δὲ νῦν, εἴτε καὶ αὖθις, οὐδέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἐστὶν αὕτη· τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ πεπηρωμένην ἔχει τὴν χεῖρα, ἢ χωλὸν ἄρα τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα ἰατροῖς οὐ θεραπευθῆναι δυνάμενον οὐδὲ ἀστρολόγοις, ἐπεὶ μηδὲ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν, ἐγὼ τοῦ θεοῦ δεηθεὶς παρέξω τὴν θεραπείαν. τούτου δὲ, ὡς ἐγώ φημι, γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γὰρ ἐστι τὸ λέγειν· γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ πρὸς αὐτόν· καὶ πάνυ. εἰ γὰρ καὶ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων, ὡς σὺ φῂς, γίνονται· τὸ δὲ τοὺς ἀστέρας ταῦτα ποιεῖν ὑπὸ θεοῦ τέτακται, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι πάντως ἄρα καὶ εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν ἐνθέντα τοῖς ἄστροις.