<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="105"><p rend="indent">Σίμωνι δέ τινι μάγῳ σχεδὸν γενόμενοι σύντροφοι φιλίας ὁδῷ ἀπατηθῆναι ἤδη ἐκινδυνεύομεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ σοι ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησε μὴ συνθέσθαι τῷ μάγῳ. ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ αὐτὴν μετασχεῖν, ὅπως κοινῶν ἁλῶν καὶ τραπέζης δυνηθῶμεν μεταλαβεῖν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι’ ἣν ἐνόμιζες ἡμᾶς ἐν τῇ θαλάσσῃ τεθνάναι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="106"><p rend="indent">Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἄμοιρος ἡμέρα γένηται, ἀφ’ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, καθ’ ἣν ἂν οὐ συνεστιαθείην αὐτοῖς. καὶ ἡμῶν δὲ τὰ ὅμοια τῇ μητρὶ συνικετευόντων ὁ Πέτρος ἔφη· τί οἴεσθε, μόνος ἐγὼ ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι συνεστιαθῆναι ὑμᾶς τῇ μητρὶ σήμερον βαπτίσας αὐτήν; οὐ μὲν οὖν. ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπεὶ καί τινα ὑπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ· τάχα γὰρ εἰ μὴ τοῦτο, πολλῶν ἡμερῶν αὐτὴν ἁγνισθῆναι ἔδει.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="107"><p rend="indent">Ἐρομένῳ οὖν μοι, τί ἄρα καὶ φθεγξαμένη τὴν πίστιν αὑτῆς ἐξέφηνεν, ὁ Πέτρος ἔφη· ἀπόχρη καὶ μόνον αὐτῆς ἡ ἀξίωσις τοῦ συμβαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον καὶ εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ’ αὐτῆς ποθουμένῃ δοθῆναι ἠξίου, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν ἔχω καταγινώσκειν, ὁπότ’ ἂν <pb facs="MN41652ucmf_3_0100"/> αὐτοὶ βαπτισθέντες καὶ πιστεύειν ὁμολογοῦντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν καὶ υἱοὺς ἅμα καὶ φίλους, εἰς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι, ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν ἐπὶ τῷ βαπτίσματι, πάντως ἂν καὶ οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἐπεί τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας ὀδύρονται καὶ κατελεοῦσιν; οὕτως εἰ ἐπεπιστεύκεισαν, αἰώνιον πῦρ περιμένειν τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, δακρύοντες ἐπ’ αὐτοῖς καὶ χαλεπῶς ὀδυνώμενοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν, ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, νηστευσάτω ἡμέραν πρὸ τοῦ βαπτίσματος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="108"><p rend="indent">Ἡ δὲ ὤμνυε, δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ διηγουμένη τὰ κατὰ τὸν ἀναγνωρισμὸν ὑπὸ πολλῆς χαρᾶς τροφῆς μὴ μεταλαβεῖν, ἢ χθὲς μόνον βραχέος ὕδατος μαρτυρήσει τε τῷ ὅρκῳ καὶ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν, ὦ κύριέ μου, τὴν σήμερον βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ’ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἐπεὶ μηδὲ δἰ αυτὸ γέγονε. καὶ ὁ Φαυστινιανὸς· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μη δεμίαν μετὰ τὸν ἀναγνωρισμὸν ἡμέραν τῆς ἡμετέρας χωρίσαι τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῇ ἀληθείᾳ ποιήσασα, οὕτω καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἐν ἀγνοίᾳ νηστεῦσαι ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵν’ ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς μεταλαβεῖν σὺν ἡμῖν καὶ ἁλῶν δυνηθείη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="109"><p rend="indent">Καὶ ὁ Πέτρος μὴ ἡμᾶς, ἔφη, νικάτω ἡ κακία πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τὴν τῆς τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν διαμείνωμεν τὴν σήμερον ἐν νηστείᾳ, καὶ αὔριον βαπτισθήσεται. οὕτως ἔφη Πέτρος, καὶ οἱ πάντες τῷ λόγῳ συνευδοκήσαμεν. ὀρθριώτερον δὲ πολλῷ τοῦ καθ’ ἡμέραν ὁ Πέτρος διϋπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ διαναστήσας Φαυστῖνος, εἶπε, καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπεινῷ τῆς θαλάσσης τόπῳ γενόμενοι τὰ τοῦ βαπτίσματος σχεδιάσωμεν.</p></div></div></body></text></TEI>