Τούτων οὕτω κεφαλαιωδῶς ῥηθέντων ὑπὸ τοῦ Πέτρου ὁ Νικήτης καὶ Ἀκύλας καταπλαγέντες ἆρά γε δέσποτα καὶ κύριε τῶν ἁπάντων, εἶπον, ἀληθὲς, ἢ ὄνειρός ἐστι ταῦτα; καὶ Πέτρος εἰ μὴ κοιμώμεθα, ἔφη, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ ὥσπερ ἐπὶ συννοίας γενόμενοι ἡμεῖς ἐσμὲν Φαυστῖνος καὶ Φαυστινιανὸς, ἔφασαν. καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ αὐτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα· λογιζόμενοι [δὲ,] ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ καὶ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας· πρὸς δὲ τὸ τέλος νῦν τῶν λεγομένων ἰδόντες καὶ γνόντες ἀκριβῶς, ὅτι περ ἡμῖν διαφέρει τὰ εἰρημένα, τότε ἑαυτοὺς ἀνωμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες περιπλέκεσθαι ἤδη ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυσεν αὐτοὺς εἰπών· ἐάσατέ με, αὐτὸς ὑμᾶς τῇ μητρὶ προσαγάγω, μήπως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς καὶ εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ καὶ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα. Ὅμως ἐπεὶ κόρον ἔσχε τοῦ ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος περὶ θεοσεβείας αὐτῇ διελέχθη πρότερον εἰπών· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας πίστεως τὴν ἀκρίβειαν. ἕνα γὰρ θεὸν σέβομεν τὸν πεποιηκότα οὐρανόν τε καὶ γῆν καὶ ὃν ὁρᾶς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον, καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε ἀνεπιλήπτως, καὶ τραπέζης ἐθνικῆς μὴ μετέχειν, διὰ τὸ ἀκαθάρτως αὐτοὺς πολιτεύεσθαι. ὅταν δὲ πείσωμεν αὐτοὺς τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, τοῦ ἱεροῦ βαπτίσματος ἀξιώσαντες ἐν τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε δὴ αὐτοῖς καὶ συναυλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως τὴν στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ θεμιτὸν ἡμῖν. πίστει γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, ἄχρις ἂν τὰ αὐτὰ ἡμῖν φρονῇς καὶ ποιῇς. Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥτις καὶ πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῷ, ὅτι πολλὰ σχεδὸν καθ’ ἡμέραν θυούσῃ μοι τούτοις ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ με καὶ λέγειν; ὁπότ’ ἂν οὐδὲ πλουτοῦσαν τρυφή με πρὸς τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταῦτα πενία ἐπὶ τοῦτό γε ἐλθεῖν κατηνάγκασεν, ἅτε δὴ τῆς σωφροσύνης ὡς μεγίστου καλοῦ ἀντιποιουμένης μου, ἧς ἕνεκα καὶ εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ’ οὐδέ σε οἶμαι, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται· ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἐκδίδωμι. ἀλλὰ μηδὲ νῦν κακουχίας ἀπηλλάχθαι νομίσῃς μου τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἀναγνώρισιν· ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο μου τέκνων ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. λυπεῖ γὰρ ἡμᾶς οὐ τοσοῦτον τὸ ἐν τῇ θαλάσσῃ τούτους παραπολέσθαι, ὅσον τὸ χωρὶς τῆς εἰς θεὸν εὐσεβείας διαφθαρῆναι μετά γε τῶν ψυχῶν αὐτοῖς καὶ τὰ σώματα. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύνευνος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ζήτησιν ἐκβὰς τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ καὶ αὐτὸς ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν· ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα ἠγαπημένων αὐτῷ στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διαπεφώνηκε. Τῆς δὲ μητρὸς ταῦτα λεγούσης ἀκούοντες οἱ παῖδες οὐκέτι κατὰ τὴν τοῦ Πέτρου παραίνεσιν ἠδύναντο στέγειν· ἀλλ’ ἀναστάντες περιεπλέκοντό τε αὐτῇ καὶ σὺν δάκρυσι κατεφίλουν. ἐφ’ ᾧ δὴ καὶ ἡ μήτηρ καταπλαγεῖσα, τί θέλοι τοῦτο εἶναι, ὑπὸ ἐκστάσεως ὥσπερ καὶ ἀγνοίας τῶν γινομένων ἠρώτα. καὶ ὁ Πέτρος εὐθὺς παράστησον, ὦ γύναι, εἴρηκε, γενναίως τὸν νοῦν σου, ὥστε τῶν σῶν ἡδέως ἀπολαῦσαι τέκνων. οὗτοι γάρ εἰσι Φαυστῖνος καὶ Φαυστινιανὸς, οὓς ἔλεγες ἐν βυθῷ τεθνάναι, καὶ ὧν τὸ πένθος ἀβίωτον ἐτίθει σου τὴν ζωήν. πῶς δὲ αὐτῶν ὁ μὲν Νικήτης, ὁ δὲ Ἀκύλας καλεῖται, αὐτοὶ καλῶς λεγέτωσάν τε καὶ διδασκέτωσαν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ ἀμέτρου πλησθεῖσα χαρᾶς μικροῦ ἂν ἀπολελοίποι καὶ τὴν πνοήν· ἀνενεγκοῦσα δὲ ὅμως καὶ ὥσπερ ἑαυτῆς γενομένη τέκνα μου ποθεινὰ, ἔφη, τέκνα γλυκύτατα, τέκνα καρδίας καύσωνες τῆς ἐμῆς εἴπα τέ μοι, τίνα δὴ τὰ μετα τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν. Καὶ ὁ Νικήτης αὐτίκα τὸν λόγον ἀναλαβὼν οὕτως ἔφη· ἡμῖν, ὦ μῆτερ, ὡς οἶσθα, τοῦ πλοίου κατὰ τὴν νύκτα διαῤῥαγέντος ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν οὐ δεδοικότες ἡμᾶς ἀνελόμενοι καί τινι ἐνθέμενοι σκάφει, ἔπειτα δὲ καὶ κώπαις χρώμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ σφόδρα συνεχομένους ἡμᾶς τῷ λιμῷ, πρὸς δὲ καὶ περιδεεῖς ὄντας, μή τι καὶ προπετὲς καὶ τῶν αὐτοῖς οὐ δοκούντων φθεγξώμεθα, ἐκεῖνοι τὰ ὀνόματα ἡμῶν διαμείψαντες εἰς δουλείαν ἀθλίως ἀπέδοντο. γυνὴ δέ τις ἡμᾶς Ἰουδαίοις προσήλυτος ἀξιόλογος πάνυ ὄνομα Ἰούστα ὠνησαμένη ἐν τέκνων ἐφύλαττε μοίρᾳ καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ γενόμενοι ἐφ’ ἡλικίας ἔμφρονες καὶ τὴν θρησκείαν ἠγαπήσαμεν καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνατῶς ἔχωμεν. ἠκριβώσαμεν δὲ καὶ τὰ φιλοσόφων, ἐξαιρέτως τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα καὶ μᾶλλον ἀνασκευάζειν δυνώμεθα.