Επεὶ δὲ πρὸς τὰ παρ’ αὐτοῦ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διέκειντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι χλευάζειν αὐτὸν καὶ γελᾶν ἐπειρῶντο σκώπτοντες ἀμέτρῳ θράσει καὶ διασύροντες καὶ οἷα μεγάλοις ὅπλοις τοῖς συλλογισμοῖς κατ’ αὐτοῦ χρώμενοι. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ καὶ ἀκατάπληκτος ὢν λέγεν οὐκ ἀφίστατο. καὶ ποτέ τις διαπαίζων δῆθεν αὐτὸν ἐπυνθάνετο· διὰ τί, ὦ νέε διδάσκαλε, κώνωψ ἐγένετο καὶ βραχύτατος· ὢν ἓξ πόδας ἔχων καὶ πτερὰ φέρει, ἐλέφας δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὢν τέσσαρας μόνους ἔχει πόδας; ὁ δὲ τὴν διδασκαλίαν πρὸς τὴν ἐρώτησιν μικρὸν ἐπισχὼν οὐδεμιᾶς μέντοι τῷ ἐρωτήσαντι πρὸς ταῦτα μεταδοὺς ἀποκρίσεως τὸν ἀπ’ ἀρχῆς αὐτῷ προκείμενον αὖθις ἀνελάμβανε λόγον τούτῳ μόνῳ προοιμίῳ καθ’ ἑκάστην ἐγκοπὴν χρώμενος· ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίους πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολὴν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐνταῦθα παρεστώτων πολλούς. λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἐδυνάμην μὲν οὐν καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων ἀποδοῦναι τὰς ἀποδείξεις, εἴγε φιλαλήθως ἑώρων ὑμᾶς περὶ τούτων πυνθανομένους. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν οὐκ εὔκαιρον εἰπεῖν τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν. Ταῦτα αὐτοῦ λέγοντος ἐκ συμφωνίας ἐκεῖνοι πολὺν καὶ ἄτακτον ἠφίεσαν γέλωτα εἰς ἀμηχανίαν αὐτὸν ἐμβάλλειν πειρώμενοι καθάπερ βάρβαρόν τινα καὶ μαινόμενον. ἐγὼ δὲ ταῦτα ὁρῶν διεθερμαίνομαι τὴν ψυχὴν καὶ ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθεὶς σιγᾶν οὐχ ὑπέμενον, ἀλλὰ μετὰ παρρησίας εὐλόγως εἶπον· ὁ θεὸς ὑμῖν, ὦ οὗτοι, ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο ἀναξίους ὑμᾶς προϊδὼν, ἐξ ὧν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν οὐ τέχνῃ τινὶ καὶ ῥητορείᾳ λόγων, ἀλλ’ ἁπλῶς οὕτω καὶ ἀπανουργεύτως τὴν αὐτοῦ βούλησιν παριστῶντες, ὡς πάντα ὁντιναοῦν τὸν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, πάρεστε νῦν ὑμεῖς πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν ἐπὶ τῇ ὑμετέρᾳ καταδίκῃ πολιτευσαμένην ἐν βαρβάροις ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὲ ἐλεγχθῆτε ὅτι εἰκῆ φιλόλογοί ἐστε καὶ οὐκ ἀληθεῖς φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε οἱ τὸ καλῶς λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ’ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί δὲ ἄρα καὶ ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχή ποτε γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὑτός φησι· διὰ τί, ὦ θεὲ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπέρ τινος ἄρα καὶ ἀποκρίσεως καταξιωθήσεσθε· ὡς ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου προαιρέσεις εἰδὼς ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα. τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσα, διὰ τί ἀπαρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι βουλομένων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων; ὦ μεγάλης ἀδκίας, ὅτι μέχρι φόνου κινδυνεύουσιν οἱ τοῦ θεοῦ κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν. Ταῦτά μου λέγοντος καὶ τὰ τούτος ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ’ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη καὶ ἡ ἑσπέρα κατέλαβε, τῆς χερὸς λαβὼν τὸν Βαρνάβαν καὶ μὴ βουλόμενον βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μήτις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας σὺν ἐμοὶ δατρίψας καὶ τοῦ ἀληθινοῦ λόγου βραχέα με κατήχησε. σπεύδειν γὰρ ἔλεγεν εἰς Ἰουδαίαν ἀφικέσθαι τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ συνεῖναι τοῖς αὐτοῦ ὁμοεθνέσιν ἐθέλων. Ἐμοῦ δὲ λίαν τῆς ἐκείνου γλώττης κρεμαμένου καὶ σφοδρῶς ἐγκειμένου καὶ οὐκ ἀνιέντος, ἀλλὰ τὴν λοιπὴν ἀπαιτοῦντος διδασκαλίαν καὶ λέγοντος· σὺ μόνον οὓς ἥκουσας τοῦ φανέντος θεοῦ ἐκτίθου μοι λόγους, κἀγὼ τῷ ἐμῷ λόγῳ κοσμήσας τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, εἶφ’ οὕτως καὶ ἐντὸς ὀλίγων ἡμερῶν συνεκπλεύσω σοι· λίαν γὰρ ποθῶ παρὰ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον, τάχα δὲ καὶ συνοκήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον, αὐτὸς τούτων ἀκούσας εὐθὺς ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον ἐθέλεις, ἐξαυτῆς μοι, φησὶ, σύμπλευσον· εἰ δὲ μὴ βούλει, ἀλλὰ τὰ σημεῖα τῆς οἰκήσεως μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον γνωριῶ, ἴνα ὅτε καὶ βούλει παραγενόμενος εὕρῃς ἡμᾶς. ἐγὼ γὰρ αὔριον ἐπὶ τὰ ἐμαυτοῦ πορεύσομαι. καὶ δὴ ἀδυσώπητον οὕτως ἰδῶν τὸν Βαρνάβαν συνῆλθον αὐτῷ μέχρι καὶ τοῦ λιμένος, καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων φημὶ πρὸς αὐτὸν, ὡς εἰ μὴ αὔριον ἔμελλον ἀπαιτῆσαί τι τῶν ὀφειλομένων μοι, ἐξαυτῆς ἂν καὶ συνέπλεον σοι· πλὴν ἀλλὰ τάχιόν σε καταλήψομαι. ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον μετὰ λύπης, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου. Ἡμέρας δὲ διατρίψας καὶ τὸ χρέος δ’ ὃ καὶ ἐπεσχέθην οὐχ ὅλον λαβεῖν δυνηθεὶς, ἀμελήσας τοῦ περιλειπομένου διὰ τὸ ταχὺ τὸν ἄνδρα καταλαβεῖν, ὡς ἐμποδίου μοι γενομένου, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ πεντεκαίδεκα ἡμερῶν τῇ Στράτωνος ἐπιδημῶ Καισαρείᾳ. ἐπιβάντος δέ μου τῆς γῆς καὶ ξενίαν ἐπιζητοῦντος μανθάνω Πέτρον τινὰ λεγόμενον, τοῦ ἐν Ἰουδαίᾳ φανέντος Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος τὸν δοκιμώτατον μαθητὴν, αὔριον Σίμωνι τῷ ἀπὸ Γιθῶν Σαμαρεῖ μέλλειν ἰέναι πρὸς διαλέξεις. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν. καὶ ὅμως ἔμαθον, καὶ τῷ πυλῶνι ἐπέστην. θεασάμενοι δέ με οἱ ἐν τῷ οἴκῳ ἀντιβάλλοντες ἦσαν, τίς τέ εἰμι καὶ πόθεν ἥκω. καὶ ἰδεῖν πάντες συνῄεσαν. καὶ ἐν τῷ τούτους με ἀνιστορεῖν καὶ πυνθά‐ νεσθαι, ἰδοῦ καὶ Βαρνάβας ἅμα τῷ ἰδεῖν περιεπλάκη μοι πολὺ χαίρων καὶ δακρύων, καὶ λαβόμενός μου τῆς χειρὸς εἰσῆγεν εἰς τὴν οἰκίαν. εἶτα καὶ τὸν Πέτρον ὑποδεικνὺς οὗτός ἐστιν, ἔλεγε, Πέτρος, ὅν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, Κλήμη, ᾧ πάντα τε τὰ κατά σε καλὰ καὶ τὴν προαίρεσιν ἀεὶ διηγούμην, ὡς ἐντεῦθεν γλίχεσθαι καὶ αὐτὸν ἰδεῖν σε καὶ τὴν σὴν ἐπιποθεῖν συντυχίαν. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτο εἰπὼν προσαγαγὼν ἔφη· οὑτός ἐστι Κλήμης, Πέτρε.