<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="0"><p rend="indent">Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ καὶ ἐπισκόπων ἐπισκόπῳ τῷ τὴν ἐν Ἱερουσαλὴμ ἁγίαν τῶν Χριστιανῶν ἐκκλησίαν διέποντι καὶ τὰς πανταχῆ θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐκκλησίας σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς εἰρήνη εἴη πάντοτε.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="1"><p rend="indent">Γνώριμον ἔστω σοι κύριέ μου, ὅτι ἐγὼ Κλήμης Ῥωμαίων πολίτης ὢν καὶ τὴν πρώτην ἡλικίαν δυνηθεὶς ζῆσαι σωφρόνως λογισμόν τε δεξάμενος οὐκ οἶδα πόθεν ἐπεισελθόντα μοι καὶ περὶ θανάτου πυκνὰς ποιούμενον ὑπομνήσεις πόνοις τὸ λοιπὸν καὶ ἀθυμίαις συνέζων. ἇρα γὰρ, ἐλογιζόμην, <pb facs="MN41652ucmf_3_0032"/> ὅτι θανὼν οὐκ εἰμί; καὶ οὐδεὶς ἔσται μού ποτε μνήμων· ποιούμενος, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; ἆρα δὲ μὴ ὢν πῶς ἔσομαι τοὺς οὐκ ὄντας εἰδὼς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονὼς, οὐ γινόμενος; καὶ ἀρά ποτε γέγονεν ὁ κόσμος καὶ πρὸ τοῦ γενέσθαι, τί ἄρα καὶ ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται πάντως· καὶ μετὰ λύσιν ἄρα τί ἔσται πάλιν, ὃ νῦν ἀδύνατόν μοι νοῆσαι;</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="2"><p rend="indent">Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως διενθυμούμενος ἄπαυστον εἶχον ἀεὶ τὴν λύπην καὶ τοσοῦτον, ὡς ὠχριακότα? με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴποτε καὶ ἀπώσασθαι τὴν περὶ τούτων φροντίδα ὡς ματαίαν ἐλογισάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν ἀθανασίας αἰτίαν μοι γενομένην, ὡς ὕστερον ἔγνων ἀπὸ τοῦ τέλους, καὶ θεῷ τῷ πάντων ηὐχαρίστησα ποιητῇ. ὑπὸ γὰρ τῆς καταρχάς με πιεζούσης ἐννοίας ἠναγκάσθην εἰς τὴν τῶν πραγμάτων ἐλθεῖν ζήτησιν, καὶ οὓς τὴν ἀρχὴν δι’ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον, ὕστερον ταλανίζειν οὐκ ἐπαυσάμην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="3"><p rend="indent">Ἐκ παιδὸς οὖν ἐν τοιούτοις ὢν λογισμοῖς εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβὰς, ὥστε τι βέβαιον ἐκεῖθεν μαθεῖν. ἀλλὰ καὶ οὕτως οὐδὲν ἕτερον παρ’ αὐτοῖς τὸ σπουδυζόμενον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς, ἔριδάς τε καὶ συλλογισμῶν τέχνας καὶ δὴ καὶ λημμάτων ἐπινοίας· καί ποτε μὲν ἐπεκράτει φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχή, ποτὲ δὲ ὅτι θνητή. καὶ ὁτὲ μὲν λόγος ἐπικρατῶν ἦν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ἔχαιρον, ὁτὲ δὲ ὅτι θνητὴ, ἠνιώμην, πλέον δὲ πάλιν ἠθύμουν, ὅτι οὐδ’ ὁποτέρων τις τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδύνατο. πλὴν ἐνενόουν, ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ἢ ψευδεῖς ἢ ἀληθεῖς ἀποφαίνονται, καὶ οὐχ ὡς ἔχουσιν αὐταὶ ἐφ’ ἑαυτῶν ἀληθείας καταλαμβάνονται. παρ’ ᾧ καὶ ἔτι μᾶλλον ἐν τοῖς πράγμασiν ἰλγγίων καὶ ἀπὸ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον. οὔτε γὰρ οἷός τε ἦν ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα καίτοιγε σφόδρα βουλόμενος, ὡς ἥδη φθάσας ἐγνώρισα, οὒτε βέβαιόν τι καταλαβεῖν ἠδυνάμην.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg011.1st1K-grc1" n="4"><p rend="indent">Πάλιν γοῦν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς | ὄντος τοῦ πράγματος; ὅτι εἰ μὲν θανὼν οὐκ εἰμὶ, νῦν ὄντα με λυπεῖσθαι οὐ προσήκει. διὸ τηρήσω τὸ λυπεῖσθαι τηνικαῦτα, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δὲ ἄρα εἰμὶ, τί νῦν μοι ἐκ περισσοῦ πρόσεστι τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερος ἐπεισῄει μοι λογισμός. ἔλεγον γάρ· μή τί γε ἄρα τοῦ νῦν με λυποῦντος χείρονα ἐκεῖ πείσομαι, μὴ βεβωκὼς εὐσεβῶς καὶ παραδοθήσομαι κατ’ ἐνίων φιλοσόφων λόγους, Πυριφλεγέθοντι καὶ Ταρτάρῳ, ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾄδου τὸν αἰῶνα κολαζόμενος; πάλιν δὲ ἀνθυπέφερον λέγων· ὡς ἀδήλου ὄντος τοῦ πράγματος ἀκινδυνότερόν ἐστι μᾶλλον εὐσεβῶς βιῶναί με, καὶ τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν, εἰ καὶ μὴ ἀκριβῶς ὅ,τι ποτέ ἐστι δίκαιον καὶ ἄρεσκον θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή. </p></div></div></body></text></TEI>