Ἐκ παιδὸς οὖν ἡλικίας ὤν ἐν τοιούτοις λογισμοῖς, χάριν τοῦ ματι θεῖν βέβαιον, εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβάς καὶ ὀθὲν ἕτερον ἑώρων, ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς καὶ ἔρεις καὶ φιλονεικίας καὶ συλλογισμῶν τέχνας καὶ λημμάτων ἐπινοίας. καὶ ὁτὲ μὲν ἐπεκράτει, φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχή, ὁτὲ δὲ ὅτι θνητή. εἴ ποτε οὖν ἐπεκράτει λόγος ὅτι ἀθάνατος, ἔχαιρον· ὁπότε δὲ [ὅτι θνητή, ἠνιώμην· πλέον δὲ πάλιν ἠθύμεν,] ὅτι ἔδ’ ὁπότερον εἰς τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδυνάμην. πλὴν συνενόεν ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ψευδεῖς ἢ ἀληθεῖς ὑπολαμβάνονται, καὶ οὐχ ὡς ἔχουσιν ἀληθείας φαίνονται. ἐπιστήσας οὖν ἤδη ποτὲ ὅτι οὐ παρὰ τὰς ἐκδικουμένας ὑποθέσεις ἡ κατάληψις γίνεται, ἀλλὰ παρὰ τοὺς ἐκδικοῦντας αἱ δόξαι ἀποφέρονται, ἔτι μᾶλλον ἰλιγγίων ἐν τοῖς πράγμασιν. διὸ ἐκ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον· οὔτε γάρ τι βεβαιῶσαι οἷός τε ἤμην, οὔτε τὴν τῶν τοιούτων φροντίδα ἀποσείσασθαι ἐδυνάμην, καί περ βουλόμενος, ὡς φθάσας εἶπον· ὅτι ἐμαυτῷ πυκνότερον ἡσυχάζειν ἐπιτάσσοντος, οὐκ οἶδά πως λανθανόντως μεθ᾽ ἡδονῆς ὁ τῶν τοιούτων μοι εἰσήρχετο λογισμός. Καὶ πάλιν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς ὄντος τοῦ πράγματος ὅτι εἰ μὲν θανὼν ἐκ εἰμί, νῦν ὄντα με λυπεῖσθαι οὐ προσῆκεν. διὸ τηρήσω τὸ λυπεῖσθαι εἰς τὴν τότε, ὅτε ἐκ ὤν οὐ λυπηθήσομαι. εἰ δ᾽ ἄρα εἰμί, τί νῦν ἐκ περισσοῦμοι πρόςεστιν τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερός με εἰσῄει λογισμός. ἔλεγον γάρ, εἰ μή τί γε τοῦ νῦν με λυποῦντος ἐκεῖ χεῖρον παθεῖν ἔχω, μὴ βεβιωκὼς εὐσεβῶς, καὶ παραδοθήσομαι κατ᾽ ἐνίων φιλοσόφων λόγες Πυριφλεγέθοντι καὶ Ταρτάρῳ ὡς Σίσυφος ἢ Τίτυος ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾅδου τὸν αἰῶνα κολαζόμενος. πάλιν τε ἀνθυπέφερον λέγων, ἀλλ᾽ οὐκ ἔστι ταῦτα. καὶ πάλιν ἔλεγον, εἰ δὲ ἔστιν; οὐ δήλου οὖν ὄντος τοῦ πράγματος, ἔλεγον, ἀκινδυνότερόν ἐστιν μᾶλλον εὐσεβῶς βιῶσαί με. καὶ πῶς δυνήσομαι τοῦ δικαίου χάριν, εἰς ἄδηλον ἐλπίδα ἀφορῶν , τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν; ἀλλ᾽ οὐδὲ τί ποτέ ἐστι δίκαιον καὶ ἀρέσκον Θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ γινώσκω· οὔτε τις λόγος βέβαιος εὑρίσκεται, οὔτε τῶν τοιούτων λογισμῶν ἡσυχάζειν δύναμαι.