Ἐγὼ Κλήμης, Ρωμαίων πολίτης ὥν, καὶ τὴν πρώτην ἡλικίαν σωφρόνως ζῆσαι δεδύνημαι, τῆς ἐννοίας μου οὐκ παιδὸς ἀποσχολούσης τὴν ἐν ἐμοὶ ἐπιθυμίαν εἴς τε ἀθυμίας καὶ πόνους. συνῆν γάρ μοι λογισμὸς οὐκ οἶδα πόθεν τὴν ἀρχὴν λαβών, περὶ θανάτου πυκνὰς ποιέμενος ὑπομνήσεις, ὅτι ἄρα θανὼν ἐκ εἰμὶ καὶ ἐδὲ μνήμην τις ποιήσει μού ποτε, τοῦ ἀπείρου χρόνου πάντων τὰ πάντα εἰς λήθην φέροντος, ἔσομαι δὲ ἐκ ὤν, ἐκ ὄντας εἰδώς, οὐ γνώσκων, οὐ γινωσκόμενος, οὐ γεγονώς , οὐ γινόμενος καὶ ἆρά ποτε γέγονεν ὁ κόσμος, καὶ πρὸ τοῦ γενέσθαι τί ἄρα ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται· καὶ μετὰ λύσιν τί ἄρα ἔσται πάλιν, εἰ μὴ τάχα σιγὴ καὶ λήθη ; καὶ τάχα ἔσται τι, ὅ νῦν νοῆσαι οὐ δυνατόν. Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια ἐκ οἶδα πόθεν ἀπαύστως ἐνθυμούμενος ὀδυνηρὰν εἰχον λύπην τοσοῦτον, ὡς ὠχριακότα με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴ ποτε ἀπώσασθαι τὴν φροντίδα ὡς ἀνωφελῆ ἐβουλευσάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, ἐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν, ἀθανασίας ἀγαθῆς αἰτίαν μοι γενομένην, ὡς ὕστερον τῇ πείρᾳ ἐπέγνων καὶ Θεῷ πάντων δεσπότῃ ἠυχαρίστησα. ὑπὸ γὰρ τῆς κατ᾽ ἀρχὰς θλιβούσης με ἐννοίας εἰς τὴν τῶν πραγμάτων ζήτησιν καὶ εὕρεσιν ἠναγκάσθην ἐλθεῖν· καὶ τότε ἐταλάνιζον οὕς τὴν ἀρχὴν δι᾽ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον.