<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="16"><p rend="indent">Πλὴν γινώσκετε πάντες πάντων ὑμῶν πλεῖον κάμνοντα τὸν ἐπίσκοπον, ὅτι ἕκαστος ὑμῶν τὴν αὑτοῦ θλῖψιν πάσχει, αὐτὸς δὲ τὴν αὑτοῦ καὶ τὴν ἑκάστου. διό, ὦ Κλήμης, ἑκάστῳ κατὰ τὸ δυνατὸν προκαθέσθητι βοηθός, τὰς πάντων φορτισθεὶς φροντίδας. ὅθεν τό σε οἰκονομεῖν ἀναδέξασθαι, χάριν οἶδα εἰληφὼς οὐ δεδωκώς ἀλλὰ θάῤῥει καὶ γενναίως φέρε, ὡς εἰδὼς ὅτι ἀποδώσει σοι ὁ Θεὸς εἰς τὸν λιμένα τῆς ἀναπαύσεως καταιτήσαντι τὸ μέγιστον τῶν ἀγαθῶν, ἀναφαίρετον μισθὸν, καθ᾽ ὅτι ὑπὲρ τῆς τῶν πάντων σωτηρίας τὸν μείζονα ἀνεδέξω κάματον. ὥστε ἐάν σε πολλοὶ τῶν ἀδελφῶν διὰ τὴν ἔπακρον δικαιοσύνην μισήσουσιν, τὸ αὐτῶν μὲν μῖσος οὐδέν σε βλάψει, ἡ δὲ τοῦ δικαίου Θεοῦ φιλία πολύ σε ὠνήσει. ὥστε πειρῶ τὸν ἐξ ἀδικίας γινόμενον ἔπαινον ἀποσείεσθαι, διὰ δὲ δικαίαν διοίκησιν τὸν ἐκ Χριστοῦ ἐπωφελῆ θηρεύειν ἔπαινον.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="17"><p rend="indent">Ταῦτα εἰπὼν καὶ τὰ τούτων πλείονα πάλιν τῷ πλήθει προσεμβλέψας εἶπεν· καὶ ὑμεῖς δέ, ἀγαπητοί μου ἀδελφοὶ καὶ σύνδουλοι, τῷ προκαθεζομένῳ ἀληθείας κατὰ πάντα ὑπείξατε, τοῦτο εἰδότες, ὅτι ὁ τοῦτον λυπήσας Χριστὸν, οὗ τὴν καθέδραν πεπίστευται, ἐκ ἐδέξατο, καὶ ὡς Χριστὸν μὴ δεξάμενος ὡς ἀθετήσας τὸν πατέρα λογισθήσεται, διὸ τῆς ἀγαθῆς βασιλείας ἀποβληθήσεται. οὗ εἵνεκεν πειρᾶσθε, ἐν πάσαις συνόδοις συνέρχεσθαι, ἵνα μὴ ὡς λειποτάκται ὑπὸ τῆς τοῦ ταξιάρχου ἀθυμίας ἁμαρτίας ἔγκλημα λάβητε. διὸ πρὸ πάντων οἱ πάντες τὰ ὑπὲρ αὐτοῦ φρονεῖτε, τοῦτο εἰδότες ὅτι δι᾽ ἕκαστον ὑμῶν ὁ πονηρὸς αὐτῷ μόνῳ τὸ πλεῖον ἐχθραίνων προσπολεμεῖ. ὑμεῖς οὖν πειρᾶσθε, τῇ πρὸς αὐτὸν στοργῇ καὶ τῇ πρὸς ἀλλήλους εὐνοίᾳ διατελεῖν καὶ αὐτῷ ἐπακούειν, ἵνα καὶ αὐτὸς κουφίζηται καὶ ὑμεῖς σωθῆναι δυνηθῆτε.<pb facs="nnc1.50178386-1593613693_0032"/>
        </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="18"><p rend="indent">XVIII. Ἕνια δὲ καὶ ἀφ᾽ ἑαυτῶν νοεῖν ὀφείλετε, διὰ τὸ αὐτὸν μὴ δίνασθαι ἐν φανερῷ λέγειν διὰ τὰς ἐπιβουλάς· οἷον ἐὰν ἐχθραίνῃ τινί, μὴ ἀναμένετε αὐτὸν εἰπεῖν, τῷ δὲ μὴ προσαμιλλᾶσθε, ἀλλὰ φρονίμως ἕπεσθε αὐτοῦ τῷ βουλήματι, ἐχθροὶ γινόμενοι οἷς ἐχθραίνει, καὶ μὴ ὁμιλοῦντες οἷς μὴ ὁμιλεῖ· ἵνα ἕκαστος, ἐπιδικαζόμενος τοῦ πάντας φίλους ἔχειν, αὐτὸν διαλλάττων σώζηται, τῆς αὐτοῦ ἐπακούων ὁμιλίας. εἰ δέ τις φίλος μὲν ᾖ οἶς αὐτὸς ἐχθραίνει, καὶ λαλεῖ οἷς αὐτὸς οὐχ ὁμιλεῖ, εἷς ἐστιν καὶ αὐτὸς τῶν ὀλοθρεύειν θελόντων τὴν ἐκκλησίαν· τῷ γὰρ σώματι συνὼν ὑμῖν, τῇ γνώμῃ μὴ ὤν μεθ᾽ ὑμῶν, καθ᾽ ὑμῶν ἐστιν, πολλῷ χείρων τῶν ἔξωθεν φαινομένων ἐχθρῶν, μετὰ δοκούσης φιλίας σκορπίζων τοὺς ἔσω.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="19"><p rend="indent">XIX. Καὶ ταῦτα εἰπὼν ἐν μέσῳ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὑτοῦ καθέδραν καθεσθῆναί με ἐδυσώπησεν. καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὅπως ὁπόταν τοῦ ἐνταῦθα, ὡς ἐμοὶ ὀφείλεται, ἀπαλλάξω βίου, σὲ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου διαπέμψαι ἐν ἐπιτομῇ ἀναγραψάμενον μέχρι καὶ τῶν ἐκ παίδων σου λογισμῶν, καὶ ὡς ἀπ᾽ ἀρχῆς μέχρι τοῦ νῦν συνώδευσάς μοι, ἐπακούων τῶν κατὰ πόλιν ὑπ᾽ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ ὀκνήσεις. οὔτε γὰρ λίαν αὐτὸν λυπήσει τοῦτο, εἰδότα ὅτι ὃ πάντως ἔδει με παθεῖν εὐσεβῶς ἀπεδόμην, μεγίστης δὲ παραμυθίας τεύξεται, μαθὼν ὅτι μετ᾽ ἐμὲ ἐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς λόγους ἀγνοῶν καὶ ἐκκλησίας κανόνα ἐκ εἰδὼς τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. πλάνου γὰρ ὁμιλία τῶν ἀκεόντων ὄχλων ἀναίρει τὰς ψυχάς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="20"><p rend="indent">XX. Ὅθεν ἐγώ, κύριέ μου Ιάκωβε, αὐτοῦ ταῦτα εἰπόντος ὑποσχόμενος οὐκ ὤκνησα, ὡς ἐκελεύσθην, τὸ πολὺ τῶν κατὰ πόλιν λόγων τῶν ἤδη σοι προγραφέντων καὶ ὑπ᾽ αὐτοῦ διαπεμφθέντων ἐν βίβλοις ἐπὶ κεφαλαίων ποιῆσαι, ὥσπερ σημείου χάριν, καὶ ὅτως διαπέμψαι σοι, ἐπιγράψαντα, Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν κηρυγμάτων ἐπιτομή. πλὴν τοῦ ἐκτιθέναι ὡς ἐκελεύσθην ἄρξομαι. </p></div></div></body></text></TEI>