<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="11"><p rend="indent">Διὸ προφήτου ἀληθῶς ὄντες μαθηταί, ἀποθέμενοι τὴν διχόνοιαν ἐξ ἧς γίνεται ἡ κακοπραξία, προθύμως τὸ εὐποιεῖν ἀναδέξασθε. εἰ δὲ περὶ τῶν εἰρημένων ἔσεσθαι ἀμφιβάλλει τις ὑμῶν, μὴ αἰδεσθεὶς ὁμολογήτω, εἴπερ τῆς αὑτοῦ φροντίζει ψυχῆς, καὶ ὑπὸ τοῦ προεστῶτος πληροφορηθήσεται. εἰ δ᾽ ὀρθῶς πεπίστευκε , θαῤῥῶν πολιτευέσθω, ὡς μέγα καταδίκης πῦρ φεύγων καὶ εἰς ἀϊδίαν ἀγαθὴν Θεοῦ βασιλείαν εἰσερχόμενος.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="12"><p rend="indent">Οἱ μὲν οὖν τῆς ἐκκλησίας διάκονοι τοῦ ἐπισκόπου συνετῶς ῥεμβόμενοι ἔστωσαν ὀφθαλμοί, ἑκάστου τῆς ἐκκλησίας πολυπραγμονοῦντες τὰς πράξεις, τίς μέλλει ἁμαρτάνειν, ἵνα νοθεσίᾳ καταληφθεὶς ὑπὸ τοῦ προκαθεζομένου τάχα ἐ μὴ τελεύσῃ τὸ ἁμάρτημα τοὺς λειποτάκτας ἐπιστρεφέτωσαν, τοῦ μὴ ἐπιλείπειν τοὺς συνερχομένες τῶν λόγων ἐπακούειν, ὅπως τὰς ἑκάστοτε τῇ καρδίᾳ προσπιπτέσας ἀθυμίας ἔκ τε βιωτικῶν συμπτώσεων καὶ ὁμιλιῶν κακῶν λόγια ἀληθείας καθαίρεσθαι δύνωνται· ἐπεὶ γὰρ ἂν χρόνῳ πολλῷ χερσεύσωσιν, πυρὸς ἔργον γίνονται. τοὺς δὲ καὶ κατὰ σάρκα νοσοῦντας μανθανέτωσαν καὶ τῷ ἀγνοοῦντι πλήθει προσαντιβαλλέτωσαν, ἵνα ἐπιφαίνωνται, καὶ τὰ δέοντα ἐπὶ τῇ τοῦ προκαθεζομένου γνώμῃ παρεχέτωσαν. τοῦτο <pb facs="nnc1.50178386-1593613693_0028"/> δὲ κᾄν λάθρα αὐτοῦ ποιῶσιν, οὐχ ἁμαρτάνουσιν. ταῦτα μὲν καὶ τὰ τούτοις ὅμοια οἱ διάκονοι προνοήτωσαν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="13"><p rend="indent">Οἱ κατηχοῦντες πρῶτον κατηχηθέντες κατηχήτωσαν· ὅτι περὶ ψυχῆς ἀνθρώπων τὸ ἔργον· πρὸς γὰρ τὰς πολλὰς τῶν μανθανόντων γνώμας συναρμόζεσθαι δεῖ τὸν τῶν λόγων ὑφηγητήν. πολυμαθῆ οὖν καὶ ἀνεπίληπτον πέπειρόν τε καὶ δῆλον τὸν κατηχοῦντα ὡς αὐτοὶ ἔσεσθαι Κλήμεντά μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα. εἶναι δεῖ, ὡς αὐτοὶ ἔσεσθαι Κλήμεντα μετ᾽ ἐμὲ κατηχεῖν μέλλοντα. πολὺ γάρ ἐστιν ἐμὲ νῦν τὸ κατ᾽ εἶδος λέγειν. πλὴν ἐὰν ὁμονοήσητε, δυνήσεσθε εἰς τὸν τῆς ἀναπαύσεως ἐνεχθῆναι λιμένα, ἔνθα μεγάλου βασιλέως ἐστὶν εἰρηνικὴ πόλις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="14"><p rend="indent">Ἕοικεν γὰρ ὅλον τὸ πρᾶγμα τῆς ἐκκλησίας νηΐ μεγάλῃ, διὰ σφοδροῦ χειμῶνος ἄνδρας φερούσῃ ἐκ πολλῶν τόπων ὄντας καὶ μίαν τινὰ ἀγαθῆς βασιλείας πόλιν οἰκεῖν θέλοντας. ἔστω μὲν οὖν ὑμῖν ὁ ταύτης δεσπότης Θεός, καὶ παρεικάσθω ὁ μὲν κυβερνήτης Χριστῷ, ὁ πρωρεὺς ἐπισκόπῳ, οἱ ναῦται πρεσβυτέροις, οἱ τοίχαρχοι διακόνοις, οἱ ναυστολόγοι τοῖς κατηχοῦσιν , τοῖς ἐπιβάταις τὸ τῶν ἀδελφῶν πλῆθος, τῷ βυθῷ ὁ κόσμος, αἱ ἀντίπνοιαι τοῖς πειρασμοῖς, οἱ δὲ διωγμοὶ καὶ οἱ κίνδυνοι καὶ παντοδαπαὶ θλίψεις ταῖς τρικυμίαις, τὰ δὲ ἀπόγεια τῶν χειμάῤῥων καὶ τὰ φυσήματα ταῖς τῶν πλάνων καὶ ψευδοπροφητῶν ὁμιλίαις, τὰ δὲ ἀκρωτήρια καὶ τὰ τραχέα τῶν τόπων τοῖς ἐν ὑπεροχαῖς δεινὰ ἀπειλοῦσι δικασταῖς, διθάλασσοι δὲ καὶ θηριώδεις τόποι τοῖς ἀλογίστοις καὶ ἐνδοιάζουσι περὶ τῶν τῆς ἀληθείας ἐπαγγελμάτων οἱ ὑποκριταὶ τοῖς πειραταῖς παρεικασμένοι νοείσθωσαν πλὴν ἰχυρὰν ΐλιγγα καὶ ταρταρείαν χάρυβδιν καὶ φόνια προσρήγματα καὶ θανατώδεις διαλύσεις μόνας τὰς ἁμαρτίας εἶναι νομίζετε. ἵνα οὖν ἐρίᾳ πλέοντες εἰς τὸν λιμένα τῆς ἐλπιζομένης πόλεως ἀκινδυνότερον ἐνεχθῆτε, ἐπηκόως εὔχεσθε· εὐχαὶ δὲ ἐπήκοοι γίνονται ταῖς εὐπραγίαις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1271.tlg005.1st1K-grc1" n="15"><p rend="indent">Εὐσταθήτωσαν οὗν οἱ ἐπιβάται ἑδραῖοι ἐπὶ τῶν ἰδίων καθεζόμενοι τόπων, ἵνα μὴ τῇ ἀταξίᾳ σεισμὸν ἥ ἑτεροκλινίαν παρέχωσιν. οἱ ναυστολόγοι τοὺς μισθοὺς ὑπομιμνησκέτωσαν. οἱ διάκονοι μηδὲν ἀμελήτωσαν ὧν ἐπιστεύθησαν, οἱ πρεσβύτεροι ὥσπερ ναῦται καταρτιζέτωσαν ἐπιμελῶς τὰ χρήζοντα ἑκάστῳ. ὁ ἐπίσκοπος ὡς πρωρεὺς ἐγρηγορὼς τοῦ κυβερνήτου μόνου τοὺς λόγους ἀντιβαλλέτω. ὁ Χριστός, ὁ σωτήρ, κυβερνήτης φιλείσθω, καὶ μόνος περὶ ὧν λέγει πιστευέσθω. <pb facs="nnc1.50178386-1593613693_0030"/> οἱ δὲ πάντες τῷ Θεῷ περὶ τοῦ οὐρίᾳ πλέειν προσευχέσθωσαν. οἱ πλέοντες πᾶσαν θλῖψιν προσδοκάτωσαν, ὡς μέγα καὶ ταραχώδη βυθὸν παραπλέοντες, τὸν κόσμον· ὁτὲ μὲν ἀθυμοῦντες, διωκόμενοι, σκορπιζόμενοι, πεινῶντες, διψῶντες, γυμνητεύοντες, στενοχωρούμενοι· καὶ πάλιν ὁτὲ μὲν ἑνούμενοι, συναλιζόμενοι, ἡσυχάζοντες· ἀλλὰ καὶ ναυτιῶντες, ἰλιγγιῶντες, ἀπεμῶντες, τουτέστιν ἐξομολογούμενοι τὰ παραπτώματα ὥσπερ νοσοποιοὺς χολάς, τὰς ἐκ πικρίας ἁμαρτίας λέγω καὶ τὰ ἐξ ἐπιθυμιῶν ἀτάκτων σωρευθέντα κακά, ἅτινα τῷ ὁμολογῆσαι ὥσπερ ἀπεμήσαντες κουφίζεσθε τῆς νόσου , προσιέμενοι τὴν ἐκ τῆς ἐπιμελείας σωτήριον ὑγείαν.</p></div></div></body></text></TEI>