Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπων ἐπισκόπῳ, διέποντι δὲ τὴν ᾽Ιερουσαλὴμ ἁγίαν Ἑβραίων ἐκκλησίαν καὶ τὰς πανταχῆ Θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς , σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς, εἰρήνη εἴη πάντοτε. Γνώριμο νἔστω σοι, κύριέ μου, ὅτι Σίμων, ὁ διὰ τὴν ἀληθῆ πίστιν καὶ τὴν ἀσφαλεστάτην αὐτοῦ τῆς διδασκαλίας ὑπόθεσιν τῆς ἐκκλησίας θεμέλιος εἶναι ὁρισθεὶς καὶ δἰ αὐτὸ τοῦτο ὑπ᾽ αὐτοῦ τοῦ Ἰησοῦ ἀψευδεῖ στόματι μετονομασθεὶς Πέτρος· ἡ ἀπαρχὴ τοῦ κυρίου ἡμῶν· ὁ τῶν ἀποστόλων πρῶτος, ᾧ πρώτῳ ὁ πατὴρ τὸν υἱὸν ἀπεκάλυψεν· ὅν ὁ Χριστὸς εὐλόγως ἐμακάρισεν· ὁ κλητὸς καὶ ἐκλεκτὸς καὶ συνέστιος καὶ συνοδοίπορος· ὁ καλὸς καὶ δόκιμος μαθητής· ὁ τῆς δύσεως τὸ σκοτεινότερον τοῦ κόσμου μέρος ὡς πάντων ἱκανώτερος φωτίσαι κελευσθεὶς καὶ κατορθῶσαι δυνηθείς — καὶ δὴ μέχρι ποῦ μηκύνω τὸν λόγον, μὴ βουλόμενος σημῆναι τὸ λυποῦν, ὅ ἐξ ἀνάγκης κἄν βραδὺ πάντως εἰπεῖν με δεῖ; — οὗτος αὐτὸς, διὰ τὴν ἄμετρον πρὸς ἀνθρώπους στοργὴν σαφῶς, δημοσίᾳ, ἐπὶ τοῦ ἐνεστῶτος πονηροῦ, τὸν ἐσόμενον ἀγαθὸν ὅλῳ τῷ κόσμῳ μηνύσας βασιλέα, μέχρις ἐνταῦθα τῇ Ρώμῃ γενόμενος, θεοβουλήτῳ διδασκαλίᾳ σώζων ἀνθρώπους, αὐτὸς τοῦ νῦν βίου βιαίως τὸ ζῆν μετήλλαξεν. Πρὸς αὐταῖς δὲ ταῖς ἡμέραις αἷς ἤμελλεν τελευτᾷν, συνηθροισμένων τῶν ἀδελφῶν, αἰφνιδίως λαβόμενός μου τῆς χειρὸς ἐγερθεὶς ἐπὶ τῆς ἐκκλησίας ἔφη· ἀκούσατέ μου ἀδελφοὶ καὶ σύνδουλοι· ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ με ἀποστείλαντος κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ᾽ ἀρχῆς μοι μέχρι τοῦ τέλες συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντι· συνελῶν ἐρῶ, ὅς ἐν πᾶσι πειρασμοῖς με κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη· ὃν πλείω πάντων πεπείραμαι θεοσεβῆ, φιλάνθρωπον, ἁγνόν, πολυμαθῆ, σώφρονα, ἀγαθὸν, δίκαιον , μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἄν χειροτονήσῃ ἐπὶ γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὅ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε, ὡς γνόντες ὅτι ὁ τῆς ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν. Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐπιδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δ᾽ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, καὶ ταύτῃ μᾶλλον εἰ παραιτῇ· ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλοκαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ᾽ εὐλαβοῦς τὸν τρόπον καὶ πολυμαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὅς ἐμοί σου πλεῖον συνώδευσεν καὶ τῶν λόγων ἐπήκουσεν καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκεν, καὶ ἐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα· ἀλλ᾽ οὐ δυνήσει νῦν τόν σου κρείττονα παρασχεῖν· σὺ γὰρ δἰ ἐμοῦ τῶν σωζομένων ἐθνῶν εἶ κρείττων ἀπαρχή· πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ τὸν κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχῃ τῆς ἐκκλησίας τὴν διοίκησιν, σὺ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις , ὅστις τοῖς θεοσεβέσιν ὥσπερ πλέουσιν καὶ κινδυνεύουσιν βοηθεῖν δυνάμενος οὐ θέλεις, διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦν μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσω ἐν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις. Οἶδα δὲ καὶ αὐτὸς, ὦ Κλήμης, λύπας καὶ ἀθυμίας καὶ κινδύνους καὶ ψόγους τοὺς ἐξ ἀπαιδεύτων ὄχλων σοι δωρέμενος, οὕς δυνήσῃ γενναίως φέρειν, ἐνορῶν τῆς ὑπομονῆς τὸν ἐκ Θεοῦ σοι μέγαν ἀποδιδόμενον μισθόν. ἀλλὰ καὶ δικαίως συνενθυμήθητί μοι, πότε σου τῆς ξυμμαχίας χρείαν ἔχει ὁ Χριστός, νῦν ὅτε ὁ πονηρὸς κατὰ τῆς αὐτοῦ νύμφης νικήσας βασιλεύσει πόλεμον ἤρατο, ἢ εἰς τὸν ἐπιόντα χρόνον, ὅτε μηδεμιᾶς τοῦ λοιποῦ χρείαν ἔχων βοηθείας; οὐχὶ καὶ τῷ βραχὺ νοῦν ἔχοντι δῆλον, ὅτι νῦν; πάσῃ οὖν προαιρέσει ἐν τῷ τῆς παρούσης ἀνάγκης χρόνῳ τάχυνον ξυμμαχῆσαι βασιλεῖ ἀγαθῷ, μισθοὺς μεγάλους μετὰ νίκην ἀποδιδόναι πεφυκότι. χαίρων οὖν ἐπισκόπησον, εὐκαίρως ταύτῃ μᾶλλον, ὡς διοίκησιν ἐκκλησίας παρ᾽ ἐμοῦ μεμαθηκώς, εἰς τὴν τῶν ἡμῖν προσφευγόντων ἀδελφῶν σωτηρίαν. Πλὴν καὶ βραχέα ἐπὶ πάντων διὰ πάντας τὰ τῆς διοικήσεως ὑπομνῆσαι θέλω. σὲ μὲν χρὴ ἀνεπιλήπτως βιοῦντα σπουδῇ μεγίστῃ πάσας τὰς βίου ἀσχολίας ἀποσείεσθαι, μήτε ἐγγυητὴν γινόμενον μήτε συνήγορον μηδὲ ἑτέρῳ τινὶ βιωτικῷ παρεμπεπλεγμένον πράγματι. ἐ γὰρ κριτὴν καὶ δικαστὴν χρημάτων ἢ ἀσχολημάτων καθεστάναι σε θέλει τῶν νῦν βιωτικῶν πραγμάτων ὁ Χριστός , ἵνα συνεχόμενος εἰς τὰς νῦν τῶν ἀνθρώπων φροντίδας μὴ εὐσχολῇς χωρίζειν λόγῳ ἀληθείας ἀνθρώπων τοὺς κρείττονας ἀπὸ τῶν χειρόνων. ἀλλὰ ταῦτα μὲν οἱ μανθάνοντες ἀλλήλοις παρασχέτωσαν, καὶ ἀπὸ τῶν σώζειν δυναμένων λόγων μὴ ἀποσχολείτωσαν. ὡς γάρ σοι ἀσεβές ἐστιν τὰς βιωτικὰς φροντίδας ἀναδέξασθαι καταλείψαντα ποιεῖν ὅ ἐκελεύσθης, οὕτως ἑκάστῳ λαϊκῷ ἁμαρτία ἐστὶν, ἐὰν μὴ ἀλλήλοις καὶ ἐν ταῖς βιωτικαῖς χρείαις παρίστανται. καί σου δὲ περὶ ὧν χρὴ ἀμέριμνον εἶναι οἱ πάντες ποιεῖν ἐὰν μὴ νοῶσιν, παρὰ τῶν διακόνων μανθανέτωσαν ἵνα μόνης τῆς ἐκκλησίας τὴν φροντίδα ἔχῃς, πρός τε τὸ διοικεῖν αὐτὴν καλῶς καὶ τὸ τοὺς τῆς ἀληθείας λόγους παρέχειν.