Stobaeus Floril. 7, 54 Vol. I p. 325 Hense. Κλεάνθης ὑπὸ γλώττης ἕλκους αὐτῷ γενομένου τὴν τροφὴν οὐκ ἐδύνατο παραπέμπειν· ὡς δὲ ῥᾷον ἔσχε καὶ ὁ ἰατρὸς αὐτῷ τροφὴν προσήγαγεν σὺ δέ με, ἔφη, βούλει ἤδη τὸ πλέον τῆς ὁδοῦ κατανύσαντα ἀναστρέφειν, εἶτα πάλιν ἐξ ὑπαρχῆς τὴν αὐτὴν ἔρχεσθαι ; καὶ ἐξῆλθεν τοῦ βίου. Diogenes Laërt. VII 171. εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα παῦσαι, ἔφη, καὶ μὴ ψέγε. εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ. καὶ ὁ Ἀρκεσίλαος οὐ κολακεύομαι , φησί. πρὸς ὃν ὁ Κλεάνθης ναί, ἔφη, σὲ κολακεύω, φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.