Galenus ὅτι αἱ ποιότητες ἀσώματοι 2 Vol. XIX p. 467K. οὔ φημι δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ· οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ’ αὐτῷ κατὰ τὸ νόσημα, οὔτε Χρύσιππος ἔτι δ’ Ἐπίκουρος στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc. Strabo XIII p. 610. ἐντεῦθεν ( scil. ex Asso ) ἦν Κλεάνθης, ὁ Στωϊκὸς φιλόσοφος, ὁ διαδεξάμενος τὴν Ζήνωνος τοῦ Κιτιέως σχολήν, καταλιπὼν δὲ Χρυσίππῳ τῷ Σολεῖ. Cicero Acad. Pr. II 73. Quis hunc philosophum (scil. Democritum) non anteponit Cleanthi, Chrysippo, reliquis inferioris aetatis? qui mihi cum illo collati quintae classis videntur. Diogenes Laërt. VII 174. Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε· περὶ χρόνου περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο τῶν Ἡρακλείτου ἐξηγήσεις τέσσαρα περὶ αἰσθήσεως περὶ τέχνης πρὸς Δημόκριτον πρὸς Ἀρίσταρχον ( n. 500 ) πρὸς Ἥριλλον περὶ ὁρμῆς δύο ἀρχαιολογία περὶ θεῶν ( n. 543 ) περὶ γιγάντων περὶ ὑμεναίου περὶ τοῦ ποιητοῦ ( n. 526̈. 535. 549. 592 ) περὶ τοῦ καθήκοντος τρία περὶ εὐβουλίας περὶ χάριτος ( n. 578-580 ) προτρεπτικός ( n. 567? ) περὶ ἀρετῶν περὶ εὐφυΐας περὶ Γοργίππου περὶ φθονερίας περὶ ἔρωτος περὶ ἐλευθερίας ἐρωτικὴ τέχνη περὶ τιμῆς περὶ δόξης πολιτικός περὶ βουλῆς περὶ νόμων περὶ τοῦ δικάζειν περὶ ἀγωγῆς περὶ τοῦ λόγου τρία περὶ τέλους περὶ καλῶν περὶ πράξεως περὶ ἐπιστήμης περὶ βασιλείας περὶ φιλίας περὶ συμποσίου περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν περὶ χρειῶν διατριβῶν δύο περὶ ἡδονῆς ( n. 558. 530. 552 ) περὶ ἰδίων περὶ τῶν ἀπόρων περὶ διαλεκτικῆς περὶ τρόπων περὶ κατηγορημάτων Ταῦτα αὐτῷ τὰ βιβλία. Diogenes Laërt. VII 41. ὁ δὲ Κλεάνθης ἓξ μέρη φησί type="subhead" rend="center">scil. τοῦ κατὰ φιλοσοφίαν λόγου) διαλεκτικόν, ῥητορικόν, ἠθικόν, πολιτικόν, φυσικόν, θεολογικόν.