Scholia in Homeri Iliadem Α 129. Ζώϊλος δὲ ὁ Ἀμφιπολίτης καὶ Χρύσιππος ὁ Στωϊκὸς σολοικίζειν οἴονται τὸν ποιητὴν ἀντὶ ἑνικοῦ πληθυντικῷ χρησάμενον ῥήματι· τὸ γὰρ δῶσι φασί πληθυντικόν· ἀγνοοῦσι δὲ etc. Scholia in Homeri Iliad. Α 405. ὅς ῥα παρὰ Κρονίωνι· ὅτι ἐντ̣εῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς ( l. Il. Ε 906 ) Ὅμηρος δέ, ὡς Στωϊκός, Ποσειδῶνος αὐτὸν εἶναί φησι. Scholia in Hom. Iliad. Θ 441. ἀμβωμοῖσι· Χρύσιππος ὑφ’ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου etc. Etymol. Magn. s. v. ἀμβωμοῖσιν· ἀντὶ τοῦ περὶ τοῖς βωμοῖς. Χρύσιππος ὑφ’ ἓν προφέρει, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου. Scholia ad Hom. Iliad. Κ 252. Χρύσιππος δὲ ὥσπερ εἴ τις, φησί, περὶ τριῶν ἡμερῶν διαλεγόμενος ἐν τῇ τρίτῃ λέγει μίαν ἀπολείπεσθαι ἔτι ἡμέραν, κἂν μὴ περὶ ὄρθρον ποιῆται τοὺς λόγους, οὕτως καὶ τὸν Ὀδυσσέα εἰ καὶ πλέον ἦν παρῳχηκὸς τῶν δύο μοιρῶν τὴν τρίτην φάναι καταλείπεσθαι, ἐπειδὴ τριμεροῦς οὔσης τῆς νυκτὸς ἕκαστον μέρος ἕν τι λαμβάνεται, ὥστε κἂν ἐλλιπὲς ᾖ τοῦτο καὶ μὴ ὁλόκληρον, ἀλλ’ ἀριθμεῖσθαί γε τρίτην, τῷ τάξιν τῶν ἡμερῶν ἔχειν τὴν τρίτην. οὕτω γὰρ καὶ ἄνθρωπον παρὰ πόδα γενόμενον ἔτι τυγχάνειν τῆς ὅλης προσηγορίας. Scholia in Hom. Iliad. Ν. v. 41. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θρᾴξ δασύνουσι τὸ αὐΐαχοι ἵν’ ᾖ ξηρόφωνοι.