<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="86"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II p. 69, 11 W.</bibl> πάντα δὲ τἀγαθὰ ὠφέλιμα εἶναι καὶ εὔχρηστα καὶ συμφέροντα καὶ λυσιτελῆ καὶ σπουδαῖα καὶ πρέποντα καὶ <pb facs="stoicorumveterum03arniuoft_0030"/> καλὰ καὶ οἰκεῖα. τὰ δὲ κακὰ ἐκ τῶν ἐναντίων πάντα βλαβερὰ καὶ δύσχρηστα καὶ ἀσύμφορα καὶ ἀλυσιτελῆ καὶ φαῦλα καὶ ἀπρεπῆ καὶ αἰσχρὰ καὶ ἀνοίκεια.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="87"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 98.</bibl> πᾶν δὲ ἀγαθὸν συμφέρον εἶναι καὶ δέον καὶ λυσιτελὲς καὶ χρήσιμον καὶ εὔχρηστον καὶ καλὸν καὶ ὠφέλιμον καὶ αἱρετὸν καὶ δίκαιον. συμφέρον μὲν ὅτι φέρει τοιαῦτα ὧν συμβαινόντων ὠφελούμεθα· δέον δὲ ὅτι συνέχει ἐν οἷς χρή· λυσιτελὲς δὲ ὅτι λύει τὰ τελούμενα εἰς αὐτό, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ· χρήσιμον δὲ ὅτι χρείαν ὠφελείας παρέχεται· εὔχρηστον δὲ ὅτι τὴν χρείαν ἐπαινετὴν ἀπεργάζεται· καλὸν δὲ ὅτι συμμέτρως ἔχει πρὸς τὴν ἑαυτοῦ χρείαν· ὠφέλιμον δὲ ὅτι τοιοῦτόν ἐστιν ὥστε ὠφελεῖν· αἱρετὸν δὲ ὅτι· τοιοῦτόν ἐστιν ὥστε εὐλόγως αὐτὸ αἱρεῖσθαι· δίκαιον δὲ ὅτι νόμῳ ἐστὶ σύμφωνον καὶ κοινωνίας ποιητικόν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="88"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II p. 72, 19 W.</bibl> Καὶ πᾶν μὲν ἀγαθὸν αἱρετὸν εἶναι· ἀρεστὸν γὰρ καὶ δοκιμαστὸν καὶ ἐπαινετὸν ὑπάρχειν· πᾶν δὲ κακὸν φευκτόν. Τὸ γὰρ ἀγαθὸν καθ’ ὃ μὲν αἵρεσιν εὔλογον κινεῖ, αἱρετόν ἐστι· καθ’ ὃ δὲ ἀνυπόπτως εἰς αἵρεσιν ἔρχεται, ἀρεστόν· ⟨καθ’ ὃ δὲ . . . ., δοκιμαστόν⟩· καθ’ ὃ δὲ πάλιν εὐλόγως ἄν τις περὶ αὐτοῦ καθυπολαμβάνοι τῶν ἀπ’ ἀρετῆς εἶναι, ⟨ἐπαινετόν⟩.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="89"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 78, 7.</bibl> διαφέρειν δὲ λέγουσι τὸ αἱρετὸν καὶ τὸ αἱρετέον. αἱρετὸν μὲν εἶναι ⟨ἀγαθὸν⟩ πᾶν, αἱρετέον δὲ ὠφέλημα πᾶν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν τὸ ἀγαθόν. δι’ ὃ αἱρούμεθα μὲν τὸ αἱρετέον, οἷον τὸ φρονεῖν, ὃ θεωρεῖται παρὰ τὸ ἔχειν φρόνησιν· τὸ δὲ αἱρετὸν οὐχ αἱρούμεθα, ἀλλ’ εἰ ἄρα, ἔχειν αὐτὸ αἱρούμεθα. ὁμοίως δὲ καὶ τὰ μὲν ἀγαθὰ πάντα ἐστὶν ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν ἐστιν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα. καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὰς κακίας.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="90"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 98, 7 W.</bibl> Λέγουσι δὲ ὁμοίως καὶ τἀγαθὰ πάντα εἶναι ὑπομενετὰ καὶ ἐμμενετὰ καὶ ἀνάλογον ἐπὶ τῶν ἄλλων ἀρετῶν, εἰ καὶ μὴ κατωνόμασται· τὰ δὲ ὠφελήματα πάντα ὑπομενετέα καὶ ἐμμενετέα καὶ τὰ ὅμοια. Ὡσαύτως δὲ διαφέρειν ὑπολαμβάνουσι καὶ τὰ εὐλαβητὰ καὶ τὰ εὐλαβητέα καὶ ἀνυπομενετὰ καὶ ἀνυπομενετέα. Τῶν δ’ ἄλλων τῶν κατὰ τὰς κακίας ὁ αὐτὸς λόγος.</p></div></div></body></text></TEI>