<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="76"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 94.</bibl> ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δὲ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτως λέγεσθαι· οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφ’ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθ’ ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατ’ ἀρετήν· ὑφ’ οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς· (ἄλλως δὲ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθὸν <q>τὸ τέλειον κατὰ φύσιν λογικοῦ ὡς λογικοῦ.</q> τοιοῦτον δ’ εἶναι τὴν ἀρετήν) ὥσ〈τε〉 μετέχοντα τάς τε πράξεις τὰς κατ’ ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι, ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια. ὡσαύτως δὲ τῶν κακῶν τὸ μὲν εἶναι ἀφροσύνην, δειλίαν, ἀδικίαν καὶ τὰ παραπλήσια· μετέχοντα δὲ κακίας τάς τε πράξεις τὰς κατὰ κακίαν καὶ τοὺς φαύλους· ἐπιγεννήματα δὲ τήν τε δυσθυμίαν καὶ τὴν δυσφροσύνην καὶ τὰ ὅμοια.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="77"><p rend="indent"><bibl xml:lang="lat">Sextus adv. math. XI 40.</bibl> κακὸν γάρ ἐστι τὸ ἐναντίον τῷ ἀγαθῷ· ὅπερ βλάβη ἐστὶν ἢ, οὐχ ἕτερον βλάβης, καὶ βλάβη μὲν ὥσπερ κακία καὶ ἡ φαύλη πρᾶξις, οὐχ ἕτερον δὲ βλάβης καθάπερ ὁ φαῦλος ἄνθρωπος καὶ ὁ ἐχθρός.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="78"><p rend="indent"><bibl xml:lang="lat">Origenes contra Celsum VIII 8 Vol. II p. 226, 24 Kö. (p. 748 Del.)</bibl>. εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφούς <foreign xml:lang="lat">etc.</foreign></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="79"><p rend="indent"><bibl xml:lang="lat">Sextus adv. math. XI 90.</bibl> τῆς ἀφροσύνης, ἣν μόνην φασὶν εἶναι κακὸν οἱ ἀπὸ τῆς Στοᾶς. <pb facs="stoicorumveterum03arniuoft_0028"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="80"><head rend="center" xml:lang="lat">§ 2. Quale sit bonum.</head><p rend="indent"><bibl xml:lang="lat">Simplicius in Aristot. Phys. p. 1167, 21.</bibl> ἔστι μὲν γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸ δι’ αὑτοῦ δεικνύναι τὸ μὴ δι’ αὑτοῦ δῆλον· τοῦτο δὲ γίνεται ἢ ἄντικρυς καὶ φανερῶς ἀξιούντων τὸ προκείμενον, ὥσπερ ἡμῶν λεγόντων τινὰ ἀγαθὰ μὴ εὐθὺς ἀγαθοὺς ποιεῖν, οἷον τὰς δυνάμεις, αἷς ἔστιν εὖ καὶ κακῶς χρῆσθαι (ἀγαθὴ μὲν γὰρ ἡ ἐφ’ ἑκάτερα δύναμις, ἀγαθὸν δὲ οὐ ποιεῖ, εἰ μὴ τὸ εὖ χρώμενον αὐτῇ) οἱ Στωϊκοὶ τοῦτο ἀναιροῦντες <q>πᾶν, φασί, τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖ,</q> τὸ ἐν ἀρχῇ λαμβάνοντες.</p></div></div></body></text></TEI>