<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="61"><p rend="indent" xml:lang="lat"><bibl>Cicero de finibus IV 30 (Antiochus contra Stoicos pugnans)</bibl> ut mihi in hoc Stoici iocari videantur interdum, cum ita dicant <q>si ad illam vitam, quae cum virtute degatur, ampulla aut strigilis accedat, sumpturum sapientem eam vitam potius, quo haec adiecta sint, nec beatiorem tamen ob eam causam fore.</q></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="62"><p rend="indent"><bibl xml:lang="lat">Alexander in Aristot. Topica p. 211, 9.</bibl> οὕτως δεικνύοιτ’ ἂν ἕκαστον τῶν λεγομένων ἀδιαφόρων τε καὶ προηγμένων ὑπὸ τῶν νεωτέρων αἱρετόν τε καὶ ἀγαθόν· ἕκαστον γὰρ αὐτῶν προστιθέμενον τῇ ἀρετῇ τὸ ὅλον αἱρετώτερον τῷ σπουδαίῳ ποιεῖ. αἱρετώτερος γὰρ βίος ὁ κατ’ ἀρετήν, εἰ μεθ’ ὑγείας εἴη καὶ εἰ μετὰ εὐπορίαστ καὶ εἰ μετὰ ἀγαθῆς δόξης· τὰ γὰρ αἱρετὰ καὶ φευκτὰ κρίνεται τῇ τοῦ σπουδαίου αἱρέσει τε καὶ φυγῇ. <pb facs="stoicorumveterum03arniuoft_0024"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="63"><p rend="indent"><bibl xml:lang="lat">Alexander Aphrod. de anima libri mant. p. 161, 26 Bruns.</bibl> αἱ δὲ αἰσθήσεις καὶ αὐταί, εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν. εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι τῷ ἀνθρώπῳ καὶ συνεργοῦσιν πρὸς τὰς πράξεις καὶ προσχρῆται αὐταῖς ἡ ἀρετὴ πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ’ ἀρετὴν πράξεων) οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ’ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος. εἰ γὰρ ἐνεργήσομεν κατὰ ἀρετὴν ὁπωσοῦν ἐχουσῶν τῶν αἰσθήσεων, ἤτοι καὶ ταῖς ψευδέσιν φαντασίαις ταῖς ἀπὸ τῶν τοιούτων αἰσθήσεων συγκαταθησόμεθα καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο;) ἢ εἰ ἐφέξομεν καὶ μὴ συγκαταθησόμεθα, οὐδὲ πράξομέν τι τῶν ἐπ’ αὐταῖς, ὥστ’ οὐδὲν ἐνεργήσομεν. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="64"><p rend="indent"><bibl xml:lang="lat">Alexander Aphrod. de anima libri mant. p. 160, 3 Bruns.</bibl> ἡ ἀρετὴ ἄρα οὐκ ἔστιν αὐτάρκης πρὸς εὐδαιμονίαν. ἤτοι γὰρ περὶ τὴν ἐκλογήν ἐστι τῶν ἡδέων κατ’ Ἐπίκουρον ἢ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς δοκεῖ. — — τῶν γὰρ κατὰ φύσιν οὐχ ἡ κατὰ ἀρετὴν ἐνέργειά ἐστι ποιητική. εἰ δὴ περὶ ὑποκείμενά τινα ἡ ἐνέργεια αὐτῆς, ὧν οὐκ ἔστιν αὐτὴ ποιητική, οὐκ ἔστιν αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας, ἐπεὶ δεῖται καὶ τῶν περὶ ἃ ἡ ἐνέργεια ἔξωθεν ὄντων αὐτῆς. οὐδὲ γάρ, ὡς φασίν, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχει ταῦτα, ἀλλ’ ἔστιν κινητικὰ τῆς ἀρετῆς καὶ τοῦ πράττειν αὐτὴν καὶ ἐνεργεῖν αἴτια. στοχάζεται γὰρ αὐτῶν, ὡς καὶ τῆς οἰκείας ὕλης οἱ τεχνῖται. ἀναιρεθήσεσθαι γοῦν φασι τὰς πράξεις αὐτοῖς, τούτων μὴ ἐπισπωμένων καὶ κινούντων ταῖς ἐν αὐτοῖς διαφοραῖς τὰς ἀρετάς.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="65"><p rend="indent"><bibl xml:lang="lat">Alexander Aphrod. de anima libri mant. p. 162, 32 Bruns.</bibl> ἔτι εἰ αἱ κοιναὶ περὶ εὐδαιμονίας ἔννοιαι αὐτάρκειάν τε αὐτὴν ζωῆς τίθενται (ἀνεπιδεῆ γὰρ τὸν εὐδαίμονα προειλήφασιν) καὶ τὴν εὐδαιμονίαν τὸ ἔσχατον τῶν ὀρεκτῶν ὑπολαμβάνουσιν (ἀλλὰ καὶ τὸ ζῆν κατὰ φύσιν καὶ τὸν κατὰ φύσιν βίον εὐδαιμονίαν λέγουσιν, πρὸς δὲ τούτοις τὸ εὖ ζῆν καὶ τὸ εὖ βιοῦν καὶ τὴν εὐζωΐαν εὐδαιμονίαν φασίν εἶναι) εἰ τοιοῦτον μὲν ἡ εὐδαιμονία προείληπται, πρὸς μηδὲν δὲ τούτων αὐτάρκης ἡ ἀρετή, οὐδ’ ἂν πρὸς εὐδαιμονίαν αὐτάρκης εἴη.</p></div></div></body></text></TEI>