Plut. de comm. not. cp. 27 p. 1071f. Ὁρᾷς γὰρ ὅτι καὶ Χρύσιππος εἰς ταύτην [μᾶλλον] συνελαύνει τὸν Ἀρίστωνα τὴν ἀπορίαν, ὡς τῶν πραγμάτων ⟨οὐ διδόντων⟩ τὴν πρὸς τὸ μήτ’ ἀγαθὸν μήτε κακὸν ἀδιαφορίαν ἐπινοῆσαι, τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ μὴ προεπινοηθέντων· οὕτω γὰρ αὑτῆς φανεῖσθαι τὴν ἀδιαφορίαν προϋφισταμένην, εἰ νόησιν μὲν αὐτῆς οὐκ ἔστι λαβεῖν, μὴ πρότερον τοῦ ἀγαθοῦ νοηθέντος, ἄλλο δ’ οὐδὲν ἀλλ’ αὐτὴ μόνον τὸ ἀγαθόν ἐστιν. Cicero de finibus IV 25, 68. Cum enim, quod honestum sit, id solum bonum esse confirmatur, tollitur cura valetudinis, diligentia rei familiaris, administratio rei publicae, ordo gerendorum negotiorum, officia vitae: ipsum denique illud honestum, in quo uno vultis esse omnia, deserendum est. Quae diligentissime contra Aristonem dicuntur a Chrysippo. Galenus de animi peccatis dignoscendis 4 Vol. V p. 77 K. ἀρχὴ μὲν οὖν ἐστι πολλῶν ἁμαρτημάτων ἡ περὶ τέλους ἑκάστου βίου ὑπόληψις ψευδής· φύεται γὰρ ὥσπερ ἐκ ῥίζης τινὸς ταύτης τὰ κατὰ μέρος ἁμαρτήματα. δύναται δέ τις, ἐν τῇ περὶ τέλους δόξῃ μὴ σφαλείς, ἔν τινι τῶν κατὰ μέρος σφαλῆναι, μὴ συνιεὶς τῆς ἀκολουθίας. § 3. Ὅτι μόνον τὸ καλὸν ἀγαθόν. Plut. de Stoic. repugn. c. 13 p. 1039c. Καὶ μὴν ἐν τῷ περὶ Καλοῦ πρὸς ἀπόδειξιν τοῦ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, τοιούτοις λόγοις κέχρηται· Τὸ ἀγαθὸν αἱρετόν· τὸ δ’ αἱρετὸν ἀρεστόν· τὸ δ’ ἀρεστὸν ἐπαινετόν· τὸ δ’ ἐπαινετὸν καλόν. Καὶ πάλιν Τὸ ἀγαθὸν χαρτόν, τὸ δὲ χαρτὸν σεμνόν, τὸ δὲ σεμνὸν καλόν. Diog. Laërt. VII 101. λέγουσι δὲ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι, καθά φησιν Ἑκάτων ἐν τῷ τρίτῳ περὶ ἀγαθῶν, καὶ Χρύσιππος ἐν τοῖς περὶ τοῦ Καλοῦ. εἶναι δὲ τοῦτο ἀρετὴν καὶ τὸ μετέχον ἀρετῆς· ᾧ ἐστιν ἴσον τὸ πᾶν ἀγαθὸν καλὸν εἶναι καὶ τὸ ἰσοδυναμεῖν τῷ καλῷ τὸ ἀγαθόν· ὅπερ ἴσον ἐστὶ τούτῳ. ἐπεὶ γάρ ἐστιν ἀγαθὸν καλόν ἐστιν· ἔστι δὲ καλόν· ἀγαθὸν ἄρα ἐστί.