Philo quod det. potiori insidiari soleat § 72 Vol. I p. 274, 30 Wendl. Ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα ( scil. οἱ σοφισταὶ) τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες· καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες. Plutarchus de Stoic. repugn. cp. 26 p. 1046c. ἐν πολλοῖς πάλιν εἴρηκεν, ὡς οὐδ’ ⟨ἂν⟩ τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. Ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ’ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει, οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν, ἐπενήνοχε ταῦτα· Καὶ γὰρ εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδ’ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως. Plutarchus de comm. not. cp. 8 p. 1062a. πάλιν οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου· τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δ’ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ; Plutarchus de Stoic. repugn. cp. 13 p. 1038f. Ἐπαινεῖν δὲ μὴ πᾶν τὸ πραττόμενον κατ’ ἀρετὴν κελεύων, ἐμφαίνει τινὰ τῶν κατορθωμάτων διαφοράν· λέγει δὲ οὕτως ἐν τῷ περὶ τοῦ Διός· Ἔργων γὰρ κατὰ τὰς ἀρετὰς ὄντων οἰκείων, ἔστι τὰ προενεχθέντα καὶ τούτων· οἷον ἀνδρείως τὸν δάκτυλον ἐκτεῖναι, καὶ ἐγκρατῶς ἀποσχέσθαι δυσθανατώσης γραός, καὶ ἀπροπτώτως ἀκοῦσαι τοῦ τὰ τρία τέσσαρα [μὴ] εἶναι τελέως, τίνα ἐμφαίνει ψυχρίαν ὁ διὰ τῶν τοιούτων ἐπαινεῖν τινας ἐγχειρῶν καὶ ἐγκωμιάζειν; Plutarchus de Stoic. repugn. cp. 13 p. 1039a. Ὅμοια δ’ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ θεῶν· Ἔτι γὰρ οἶμαι, φησί, τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ’ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι, καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν. Plutarchus de comm. not. cp. 6 p. 1061 a. Λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ θεῶν, ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπ’ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως. Plutarchus de comm. not. cp. 7 p. 1061c. ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται· τῶν τ’ ἄλλων οὐ πεφροντικὼς οὐδ’ ἔλαττον ἔχειν οὐδὲ πλέον οἴεται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος. καίτοι πᾶσα κατάληψις ἐν τῷ σοφῷ καὶ μνήμη τὸ ἀσφαλὲς ἔχουσα καὶ βέβαιον εὐθύς ἐστιν ἐπιστήμη καὶ ἀγαθὸν μέγα καὶ μέγιστον.