§ 3. De selectione. Cicero de finibus III 31 (commemoratis Herilli et Aristonis sententiis) quid autem apertius quam, si selectio nulla sit ab iis rebus, quae contra naturam sint, earum rerum, quae sint secundum naturam, ⟨fore ut⟩ tollatur omnis - prudentia. Arrianus Epictet. dissert. II 6, 9. Διὰ τοῦτο καλῶς ὁ Χρύσιππος λέγει ὅτι Μέχρις ἂν ἄδηλά μοι ᾖ τὰ ἑξῆς, ἀεὶ τῶν εὐφυεστέρων ἔχομαι πρὸς τὸ τυγχάνειν τῶν κατὰ φύσιν· αὐτὸς γάρ μ’ ὁ θεὸς τοιούτων ἐκλεκτικὸν ἐποίησεν. Εἰ δέ γε ᾔδειν ὅτι νοσεῖν μοι καθείμαρται νῦν, καὶ ὥρμων ἂν ἐπ’ αὐτό. Καὶ γὰρ ὁ πούς, εἰ φρένας εἶχεν, ὥρμα ἂν ἐπὶ τὸ πηλοῦσθαι. Alexander Aphrod. de anima libri mant. p. 163, 4 Bruns. λέγουσι γὰρ εἶναί τινα προηγμένα τῷ σοφῷ καὶ ἀξίαν ἔχοντα καὶ οἰκεῖά τινα καὶ ἐπισπαστικά, ἀλλὰ καὶ δίχα κειμένων ἀρετῆς τε σὺν τούτοις καὶ ἀρετῆς μόνης, μηδέποτ’ ἂν τὸν σοφὸν τὴν κεχωρισμένην ἑλέσθαι, εἰ εἴη αὐτῷ δυνατὸν τὴν μετὰ τῶν ἄλλων λαβεῖν εἰ δὲ τοῦτο, δῆλον ὡς χρείαν ὁ σοφὸς ἕξει τούτων. Alexander Aphrod. de anima libri mant. p. 164, 7 Bruns. εἰ γὰρ ἀδιάφορος ἡ κτῆσις τῶν ἐκλεγομένων καὶ μὴ συντείνουσα πρὸς τὸ τέλος, κενὴ ἂν εἴη καὶ ματαία ἡ ἐκλογή. Alexander Aphrod. de anima libri mant. p. 163, 32 Bruns. ἔτι εἰ ὑπὸ ἐκλογὴν πίπτει ταῦτα τῇ ἀρετῇ κατ’ αὐτοὺς καὶ ἡ φύσις τῆς τούτων ἐκλογῆς ἕνεκεν, οἰκείων ὄντων ἡμῖν, τὴν ἀρετὴν παραλαμβάνει, τῶν δὲ τούτοις ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν; Cf. p. 164, 32. τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται.