<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="170"><p rend="indent"><bibl xml:lang="lat">Origenes comment. in Matthaeum Tom. III p. 446 Delarue.</bibl> ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβέβηκεν, ὡς τετηρήκασιν οἱ δεινοὶ περὶ τὴν τῶν πολλῶν ὀνομάτων θέσιν, οἵτινες λέγουσι καὶ γενικωτάτην εἶναι τὴν ὁρμὴν πολλῶν εἰδῶν, ὥσπερ καὶ ἀφορμῆς καὶ ὁρμῆς, ἐν εἴδει λέγοντες ὁμωνύμως τῷ γενικῷ παραλαμβάνεσθαι πρὸς ἀντιδιαστολὴν τῆς ἀφορμῆς τὴν ὁρμήν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="171"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 88, 1 W.</bibl> Πάσας δὲ τὰς ὁρμὰς συγκαταθέσεις εἶναι, τὰς δὲ πρακτικὰς καὶ τὸ κινητικὸν περιέχειν. Ἤδη δὲ ἄλλων μὲν εἶναι συγκαταθέσεις, ἐπ’ ἄλλο δὲ ὁρμάς· καὶ συγκαταθέσεις μὲν ἀξιώμασί τισιν, ὁρμὰς δὲ ἐπὶ κατηγορήματα, τὰ περιεχόμενά πως ἐν τοῖς ἀξιώμασιν, οἷς συγκαταθέσεις. <pb facs="stoicorumveterum03arniuoft_0049"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="172"><p rend="indent"><bibl xml:lang="lat">Galenus de animi peccatis dignoscendis 1 Vol. V p. 58 K.</bibl> ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίστην － － τί ποτε λέγουσιν ἁμάρτημα, λόγῳ διελθὼν δεικνὺς ὥς γε εἰώθασι χρῆσθαι τῇ φωνῇ ταύτῃ πάντες οἱ Ἕλληνες. ἐνίοτε μὲν γὰρ ἐπὶ τῶν κατὰ κρίσιν οὐκ ὀρθῶς γιγνομένων, ὡς εἶναι τοῦ λογιστικοῦ μόνου τῆς ψυχῆς, ἐνίοτε δὲ κοινῇ, ὡς καὶ τῆς ἀλόγου δυνάμεως ἅπτεσθαι. (<foreign xml:lang="lat">Sequitur magna lacuna, quae hausit Galeni disputationem, qua</foreign> κατὰ ψευδῆ δόξαν τὰ ἁμαρτήματα γίγνεσθαι <foreign xml:lang="lat">docuerat; deinde videtur contra Stoicos quosdam disputare, qui</foreign> τὴν ἀσθενῆ συγκατάθεσιν <foreign xml:lang="lat">in peccatorum numero posuerant:</foreign>) * * τι συγκατάθεσις ἁμαρτήματος, συνωμολόγηται πᾶσι· ⟨ὅ⟩τι δὲ καὶ ἀσθενής, οὐκέτι· μεταξὺ γὰρ δοκεῖ τισιν ἄμεινον εἶναι τίθεσθαι τὴν ἀσθενῆ συγκατάθεσιν ἀρετῆς τε καὶ κακίας. ἀσθενῆ δὲ λέγουσι συγκατάθεσιν, ὅταν μηδέπω πεπεικότες ὦμεν ἡμᾶς αὐτοὺς [οὕτως], ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν, ὡς τὸ πέντε δακτύλους ἔχειν, εἰ τύχοι, καθ’ ἑκατέραν χεῖρα καὶ τὰ δὶς δύο τέτταρα εἶναι. ἴσως μὲν ἐπὶ πρεσβύτου δι’ ὅλου τοῦ βίου σχολάσαντος εὑρήσεις τῶν ἀληθῶν ἁμαρτημάτων τὸ συγκαταθέσθαι τινὶ τῶν ἀπόδειξιν ἐπιστημονικὴν ἐχόντων ἀσθενῶς. ἐπιστήμη γοῦν ἐστι τοῦ γεωμετρικοῦ τοιαύτη περὶ τὰ δεδειγμένα διὰ τῶν Εὐκλείδου στοιχείων, ὁποία τῶν πολλῶν ἐστι τοῦ τὰ δὶς δύο τέτταρα εἶναι. － － ἐὰν οὖν ἀμφιβάληται βραχὺ καὶ μὴ βεβαίαν αὐτοῖς ἔχῃ συγκατάθεσιν, ἣν κατάληψιν ὀνομάζουσί τινες, ἁμάρτημα εἶναι τοῦτο συγχωρήσειεν ἄν τις, ὡς γεωμετρικοῦ δηλονότι τἀνθρώπου. τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντος ἐν τοῖς περὶ ἀγαθῶν τε καὶ κακῶν γνώσεώς τε καὶ κτήσεως καὶ φυγῆς αἱ μοχθηραὶ δόξαι συνίστανται καὶ ⟨ἡ⟩ ψευδὴς συγκατάθεσις ἢ προπετὴς ἢ ἀσθενής. ἐνταῦθα οὖν ἤδη κίνδυνος οὐ σμικρός, ἅμα⟨δ’⟩ ἁμάρτημα καὶ μέγιστον, ἐὰν ψευδῶς συγκατατιθώμεθα τῇ τῶν ἀγαθῶν τε καὶ κακῶν δόξῃ.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="173"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 87, 14 W.</bibl> τῆς δὲ πρακτικῆς ὁρμῆς εἴδη πλείονα εἶναι, ἐν οἷς καὶ ταῦτα· πρόθεσιν, ἐπιβολήν, παρασκευήν, ἐγχείρησιν, ⟨αἵρεσιν⟩, προαίρεσιν, βούλησιν, θέλησιν. πρόθεσιν μὲν οὖν εἶναι λέγουσι σημείωσιν ἐπιτελέσεως· ἐπιβολὴν δὲ ὁρμὴν πρὸ ὁρμῆς· παρασκευὴν δὲ πρᾶξιν πρὸ πράξεως· ἐγχείρησιν δὲ ὁρμὴν ἐπί τινος ἐν χερσὶν ἤδη ὄντος· αἵρεσιν δὲ βούλησιν ἐξ ἀναλογισμοῦ· προαίρεσιν δὲ αἵρεσιν πρὸ αἱρέσεως· βούλησιν δὲ εὔλογον ὄρεξιν· θέλησιν δὲ ἑκούσιον βούλησιν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="174"><p rend="indent"><bibl xml:lang="lat">Plutarchus de Stoic. repugn. cp. 23 p. 1045e.</bibl> Ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος <q>εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια [ὄντα] πραγματείας μηδὲ προσοχῆς</q> ἀφιέναι περὶ ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· <q>Οἷον, φησίν, εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε, οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, δέοι δὲ μίαν αὐτῶν λαβεῖν· τηνικαῦτα ἀφέντες τὸ ἐπὶ πλεῖον <pb facs="stoicorumveterum03arniuoft_0050"/>ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατ’ ἄδηλόν τινα ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν.</q></p></div></div></body></text></TEI>