Alexander Aphrod. Quaest. IV 1 p. 119, 23 Bruns. πῶς γὰρ οὐκ ἀπεμφαῖνον τὸ ὁμοῦ μὲν λέγειν ἡμᾶς ὑπὸ τῆς φύσεως πρὸς τοῦτο ( scil. τὸ ζῆν) οἰκειοῦσθαι καὶ τῆς ἑαυτῶν σωτηρίας χάριν ποιεῖν πάντα, ὁμοῦ δὲ μὴ λέγειν [ἡμᾶς] ὡς πρὸς ἀγαθὸν αὐτὸ τὴν φύσιν ἡμᾶς οἰκειοῦν. Cf. ibid. p. 118, 23 εἰ τὸ εὖ πλεῖν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ πλεῖν οὔτε ἀγαθὸν οὔτε κακόν· καὶ εἰ τὸ εὖ ζῆν ἀγαθόν, τὸ δὲ κακῶς κακόν, τὸ ζῆν οὔτ’ ἀγαθὸν οὔτε κακόν ( Addit ipse Alexander: ἢ οὐκ ἀληθὲς τὸ τὰς δυνάμεις τῶν ἀντικειμένων ἀδιαφόρους εἶναι καὶ μέσας;). Seneca ep. 85, 30. Quod malum est nocet. quod nocet deteriorem facit. dolor et paupertas deteriorem non faciunt: ergo mala non sunt. Plutarchus de Stoic. repugn. cp. 14 p. 1039e f. ἐν αὐτοῖς τούτοις ( scil. ἐν τοῖς περὶ τοῦ Προτρέπεσθαι) ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν φαίνεται τὸ Δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον· καὶ τοῦ Τυρταίου τὸ (B. P. L. II p. 20) Πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου· - - - ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος, Οὐκ ἔδει, φησίν, εἰπεῖν· Χρὴ πενίην φεύγοντα ( Theogn. 175 ) μᾶλλον δὲ· Χρὴ κακίαν φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων. Plutarchus de comm. not. cp. 22 p. 1069d. Τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται λέγοντα ( Theogn. 175 ) Χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον, ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων· οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν. Gellius Noct. Att. XII 5, 4. si tanta, inquit, doloris acerbitas est, ut - invitum hominem cogat ad gemendum - - cur dolor apud Stoicos indifferens esse dicitur, non malum? cur deinde aut Stoicus homo cogi aliquid potest aut dolor cogere, cum et dolorem Stoici nihil cogere et sapientem nihil cogi posse dicant? Ethica IV. De appetitu et selectione. § 1. De notione appetitus. Stobaeus ecl. II 86, 17 τὸ δὲ κινοῦν τὴν ὁρμὴν οὐδὲν ἕτερον εἶναι λέγουσιν ἀλλ’ ἢ φαντασίαν ὁρμητικὴν τοῦ καθήκοντος αὐτόθεν, τὴν δὲ ὁρμὴν εἶναι φορὰν ψυχῆς ἐπί τι κατὰ τὸ γένος. ταύτης δ’ ἐν εἴδει θεωρεῖσθαι τήν τε ἐν τοῖς λογικοῖς γιγνομένην ὁρμὴν καὶ τὴν ἐν τοῖς ἀλόγοις ζῴοις· οὐ κατωνομασμέναι δ’ εἰσίν· ἡ γὰρ ὄρεξις οὐκ ἔστι λογικὴ ὁρμή, ἀλλὰ λογικῆς ὁρμῆς εἶδος. τὴν δὲ λογικὴν ὁρμὴν δεόντως ἄν τις ἀφορίζοιτο, λέγων εἶναι φορὰν διανοίας ἐπί τι τῶν ἐν τῷ πράττειν· ταύτῃ δ’ ἀντιτίθεσθαι ἀφορμήν, φοράν τινα ⟨διανοίας ἀπό τινος τῶν ἐν τῷ πράττειν⟩. ἰδίως δὲ καὶ τὴν ὄρουσιν ὁρμὴν λέγουσι, τῆς πρακτικῆς ὁρμῆς οὖσαν εἶδος. εἶναι δὲ τὴν ὄρουσιν φορὰν διανοίας ἐπί τι μέλλον. ὥστε μέχρι μὲν τούτων τετραχῶς ὁρμὴν λέγεσθαι, διχῶς δ’ ἀφορμήν· προστεθείσης δὲ καὶ τῆς ἕξεως τῆς ὁρμητικῆς, ἣν δὴ καὶ ἰδίως ὁρμὴν λέγουσιν, ἀφ’ οὗ συμβαίνει ὁρμᾶν, πενταχῶς. Seneca epist. 113, 18. Omne rationale animal nihil agit, nisi primum specie alicuius rei inritatum est, deinde impetum cepit, deinde adsensio confirmavit hunc impetum. quid sit adsensio dicam. oportet me ambulare: tunc demum ambulo, cum hoc mihi dixi et adprobavi hanc opinionem meam.