Stobaeus ecl. II 77, 16 W. Τέλος δέ φασιν εἶναι τὸ εὐδαιμονεῖν, οὗ ἕνεκα πάντα πράττεται, αὐτὸ δὲ πράττεται μὲν οὐδενὸς δὲ ἕνεκα· τοῦτο δὲ ὑπάρχειν ἐν τῷ κατ’ ἀρετὴν ζῆν, ἐν τῷ ὁμολογουμένως ζῆν, ἔτι, ταὐτοῦ ὄντος, ἐν τῷ κατὰ φύσιν ζῆν. Τὴν δὲ εὐδαιμονίαν ὁ Ζήνων ὡρίσατο τὸν τρόπον τοῦτον· εὐδαιμονία δ’ ἐστὶν εὔροια βίου. Κέχρηται δὲ καὶ Κλεάνθης τῷ ὅρῳ τούτῳ ἐν τοῖς ἑαυτοῦ συγγράμμασι καὶ ὁ Χρύσιππος καὶ οἱ ἀπὸ τούτων πάντες, τὴν εὐδαιμονίαν εἶναι λέγοντες οὐχ ἑτέραν τοῦ εὐδαίμονος βίου, καίτοι γε λέγοντες τὴν μὲν εὐδαιμονίαν σκοπὸν ἐκκεῖσθαι, τέλος δ’ εἶναι τὸ τυχεῖν τῆς εὐδαιμονίας, ὅπερ ταυτὸν εἶναι τῷ εὐδαιμονεῖν. Δῆλον οὖν ἐκ τούτων, ὅτι ἰσοδυναμεῖ τὸ κατὰ φύσιν ζῆν καὶ τὸ καλῶς ζῆν καὶ τὸ εὖ ζῆν καὶ πάλιν τὸ καλὸν κἀγαθόν καὶ ἡ ἀρετὴ καὶ τὸ μέτοχον ἀρετῆς · καὶ ὅτι πᾶν ἀγαθὸν καλόν, ὁμοίως δὲ καὶ πᾶν αἰσχρὸν κακόν· δι’ ὃ καὶ τὸ Στωϊκὸν τέλος ἶσον δύνασθαι τῷ κατ’ ἀρετὴν βίῳ. Michaël in Eth. Nicom. (Comm. graec. Vol. XX) ed. Heylb. p. 598, 20. ὅτι κατὰ μὲν τὰς τῶν ἄλλων φιλοσόφων, Ἐπικουρείων τε καὶ τῶν ὕστερον Στωϊκῶν περὶ εὐδαιμονίας ὑπολήψεις δύναταί τις εὐδαιμονίαν μεταδιδόναι καὶ τοῖς ἀλόγοις ζῴοις - - διὰ τούτων ἄν τις παραστήσειεν. - - εἰ τὸ κατὰ φύσιν διάγειν κατὰ τοὺς Στωϊκοὺς εὖ ζῆν ἐστι, τὸ δὲ εὖ ζῆν καὶ κατ’ αὐτοὺς καὶ κατ’ Ἐπίκουρον εὐδαιμονεῖν ἐστι, τὸ κατὰ φύσιν ἄρα διάγειν εὐδαιμονεῖν ἐστιν. ἀλλὰ μὴν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις τὸ κατὰ φύσιν διάγειν ἀπὸ γενέσεως μέχρι τῆς ἀκμῆς· εὐδαιμονεῖν ἔστι ἄρα τὰ ἄλογα ζῷα. p. 599, 6. πάλιν εἰ τὸ εὐδαιμονεῖν ἐστι κατὰ τοὺς Στωϊκοὺς τὸ ἔσχατον τῆς φυσικῆς ὀρέξεως, ἐφ’ ὃ ἐλθοῦσα ἡ φύσις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἔχει, οὗ τυχοῦσα πλέον οὐθὲν ἐπιποθεῖ πλὴν τοῦ κατέχειν αὐτὸ τὸ οἰκεῖον ἀγαθὸν αὐτῇ καὶ μὴ ἀπολλύναι, τοῦτο δὲ ὑπάρχει καὶ τοῖς ἀλόγοις, μετέχει ἄρα καὶ τὰ ἄλογα ζῷα εὐδαιμονίας. Cicero de finibus III 22. Sed ex hoc primum error tollendus est, ne quis sequi existimet, ut duo sint ultima bonorum. Ut enim, si cui propositum sit conliniare hastam aliquo aut sagittam, sicut nos ultimum in bonis dicimus, sic illi facere omnia quae possit ut conliniet, huic in eiusmodi similitudine omnia sint facienda, ut conliniet, et tamen ut omnia faciat quo propositum assequatur sit hoc quasi ultimum quale nos summum in vita bonum dicimus, illud autem ut feriat quasi seligendum, non expetendum. Alexander Aphrod. Qaaest. II 16 p. 61, 1 Bruns. Εἰ τῶν στοχαστικῶν τεχνῶν τέλος εἶναί τις λέγοι τὸ πάντα τὰ παρ’ αὐτὰς ποιεῖν πρὸς τὸ τοῦ προκειμένου τυγχάνειν, πῶς οὐχ ὁμοίως καὶ αὗται τοῦ οἰκείου τεύξονται τέλους ταῖς οὐ στοχαστικαῖς τῶν τεχνῶν; δοκοῦσι δὲ κατὰ τοῦτο μάλιστα διαφέρειν τῶν ἄλλων αἱ στοχαστικαὶ τῷ μὴ ὁμοίως τοῦ τέλους τυγχάνειν. καθ’ οὓς μὲν ⟨γὰρ⟩ τέλος ἐστὶν αὐταῖς τὸ τυχεῖν τοῦ προκειμένου, διαφέροιεν ἂν ταύτῃ· καθ’ οὓς δὲ τὸ προειρημένον ἐστὶν αὐταῖς τέλος, εἰ καὶ [τὰ] τοῦ τέλους [μὴ] ὁμοίως τυγχάνουσι, διαφέροιεν ⟨ἂν⟩ αὐτῶν κατὰ τὸ μὴ ὅμοιον αὐταῖς τὸ τέλος ἔχειν. ἐκεῖναι μὲν γὰρ τῷ τοῖς κατὰ τὴν τέχνην γινομένοις ἕπεσθαι τὸ οὗ χάριν γίνονται καὶ τὴν ἀποτυχίαν αὐταῖς τοῦ προκειμένου κατὰ τὴν διαμαρτίαν τῶν γινομένων, οὐ τεχνικῶς γινομένων, ἕπεσθαι, τέλος ἔχουσι τὸ τυχεῖν τοῦ προκειμένου (ἴσον γὰρ ἐν ἐκείναις τῷ πάντα τὰ παρ’ αὐτὰς ποιῆσαι πρὸς τὸ τυχεῖν τοῦ προκειμένου τὸ καὶ τυχεῖν αὐτοῦ· ταῦτα γὰρ ποιουσῶν τὰ παρ’ αὐτὰς γίγνεται). ἐπὶ δὲ τῶν στοχαστικῶν τῷ μὴ πάντως τοῖς γινομένοις κατὰ τὴν τέχνην ἕπεσθαι τὸ οὗ χάριν, διὰ τὸ δεῖσθαι πρὸς τὸ τυχεῖν ἐκείνου πολλῶν, ἃ μὴ ἔστιν ἐπὶ μόνῃ τῇ τέχνῃ, ἔτι δὲ καὶ αὐτὰ τὰ κατὰ τὴν τέχνην γινόμενα μὴ ὡρίσθαι μηδὲ τῶν αὐτῶν εἶναι ποιητικὰ τῷ μὴ πάντῃ ὁμοίως ἔχουσιν προσφέρεσθαι, διὰ ⟨τὸ⟩ πάντα ἢ διὰ ⟨τὸ⟩ τινὰ καὶ ἄλλως ἐν αὐταῖς, οὐχ ὡς προσεδοκᾶτο, ἕπεσθαι, οὐ τὸ τυχεῖν τοῦ προκειμένου τέλος ἐστίν, ἀλλὰ τὸ ἀποπληρῶσαι τὰ τῆς τέχνης. § 2. Contra aliorum philosophorum fines disputatur. Cicero de finib. IV 11, 28. Chrysippus autem exponens differentias animantium, ait alias eorum corpore excellere, alias autem animo, nonnullas valere utraque re: deinde disputat, quod cuiusque generis animantium statui deceat extremum. Cum autem hominem in eo genere posuisset, ut ei tribueret animi excellentiam, summum bonum id constituit, non ut excellere animo, sed ut nihil esse praeter animum videretur.