<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="145"><p rend="indent"><bibl xml:lang="lat">Alexander Aphrod. de anima libri mant. p. 167, 13 Bruns.</bibl> ἔτι τὰ οἰκεῖα ⟨καὶ⟩ προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμονίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου, διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον, ἢ ἀῤῥεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν. εἰ μὲν οὖν ἀγαθὸν － － οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="146"><p rend="indent"><bibl xml:lang="lat">Plutarchus de comm. not. cp. 4 p. 1060 c.</bibl><foreign xml:lang="lat">Stoicos dicit</foreign>: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ’ ὑγίειαν μήτ’ εὐεξίαν μήτε κάλλος μήτ’ ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ’ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δ’ οἰκειοῦν ἡμᾶς τὴν φύσιν － － καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="147"><head rend="center" xml:lang="lat">§ 5. De singulis indifferentibus recte aestimandis.</head><p rend="indent"><bibl xml:lang="lat">Alexander Aphrod. comm. in Aristot. Topica I p. 43. Ald. p. 79, 5 Wal.</bibl> καὶ πότερον ἡ ὑγίεια ἀγαθὸν ἢ οὔ, ὡς Χρύσιππος λέγει.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="148"><p rend="indent"><bibl xml:lang="lat">[Plutarchus pers. de nobilitate cp. 17.</bibl> Ἀλλὰ τὸν Χρύσιππον ἀφῶμεν, οὐχ ἅπαξ ἐναντιούμενον ἑαυτῷ, ὥσπερ ἐν τῷ πρώτῳ <pb facs="stoicorumveterum03arniuoft_0044"/> περὶ Ἀγαθῶν καὶ ἐν τῷ περὶ Ῥητορικῆς, ὑγίειαν ἐάν τις τοῖς ἀγαθοῖς ἐναριθμῇ οὐκ ἀντιμάχεσθαι, καὶ ἐν τῷ περὶ Τῶν Καθ’ Αὑτὰ Αἱρετῶν οὐδὲ μανίας ἀποστερεῖ τοὺς τούτων καταφρονοῦντας].</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="149"><p rend="indent"><bibl xml:lang="lat">Theodoret. graec. affect. cur. p. 153, 45.</bibl> οἱ δὲ Στωϊκοὶ ἐναντία τούτοις ἄντικρυς ἐψηφίσαντο. Τὸ γὰρ ἀκολούθως τῇ φύσει ζῆν ὡρίσαντο τέλος, καὶ τὴν ψυχὴν ἔφασαν μηδὲν ὑπὸ τοῦ σώματος ἢ ὠ φελεῖσθαι ἢ βλάπτεσθαι· οὔτε γὰρ εἰς ἀρετὴν αὐτὴν ἡ ὑγεία μὴ βουλομένην βιάζεται, οὔτε εἰς κακίαν παρὰ γνώμην ἡ νόσος καθέλκει· ἀδιάφορα γὰρ ταῦτα ἔλεγον εἶναι. Ἐκεῖνο δέ γε αὐτῶν κομιδῇ τολμηρόν· ἀνθρώπου γὰρ καὶ θεοῦ τὴν αὐτὴν ἔλεγον ἀρετήν.</p></div></div></body></text></TEI>