<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="115"><p rend="indent" xml:lang="lat"><bibl>Seneca ep. 66, 5.</bibl> Hoc primo die quaesitum est, quomodo possint paria bona esse, si triplex eorum condicio est: quaedam, ut nostris videtur, prima bona sunt, tamquam gaudium, pax, salus patriae, quaedam secunda, in materia infelici expressa, tamquam tormentorum patientia et in morbo gravi temperantia: illa bona directo optabimus nobis, haec si necesse erit. sunt adhuc tertia, tamquam modestus incessus et compositus ac probus voltus et conveniens prudenti viro gestus.</p><p rend="indent" xml:lang="lat">(Sequentibus Seneca placiti illius: <q>omnia bona qua bona paria esse</q> multa adfert argumenta, ex libro aliquo Stoici antiquioris fort. Hecatonis expressa.)</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="116"><p rend="indent"><bibl xml:lang="lat">Philo Leg. Alleg. III § 177 Vol. I p. 152, 14 Wendl.</bibl> Ἀρέσκει γὰρ αὐτῷ (<foreign xml:lang="lat">scil.</foreign> Moysi) τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν Ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστίν, ὅσα περιέχει κακῶν ἀπαλλαγήν. <pb facs="stoicorumveterum03arniuoft_0036"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="117"><head rend="center" xml:lang="lat"> Ethica III. <lb/>De indifferentibus. <lb/>§ 1. De notione indifferentis.</head><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 102.</bibl> τῶν δὲ ὄντων φασὶ τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα － － － οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει· οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια· καθά φησιν Ἑκάτων ἐν ἑβδόμῳ περὶ τέλους καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος. μὴ γὰρ εἶναι ταῦτα ἀγαθά, ἀλλ’ ἀδιάφορα, κατ’ εἶδος προηγμένα· ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὐ τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν, οὐ τὸ βλάπτειν. οὐ μᾶλλον δὲ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγίεια· οὐκ ἄρα ἀγαθὸν οὔτε πλοῦτος οὔτε ὑγίεια· ἔτι τέ φασιν· ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτος καὶ ὑγίεια.</p><p rend="indent"><bibl xml:lang="lat">ibid. 104.</bibl> ὠφελεῖν δέ ἐστι κινεῖν ἢ ἴσχειν κατ’ ἀρετήν· βλάπτειν δὲ κινεῖν ἢ ἴσχειν κατὰ κακίαν.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="118"><p rend="indent"><bibl xml:lang="lat">Stobaeus ecl. II 79, 1 W.</bibl> ἀδιάφορα δ’ εἶναι λέγουσι τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι· καθ’ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακὸν καὶ τὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ’ ἕτερον δὲ τὸ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικόν· καθ’ ὃ καὶ λέγεσθαί τινα καθάπαξ ἀδιάφορα εἶναι, οἷον τὸ ⟨ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ τὸ⟩ προτεῖναι τὸν δάκτυλον ὡδὶ ἢ ὡδί, ἢ τὸ ἀνελέσθαι τι τῶν ἐμποδών, κάρφος ἢ φύλλον. κατὰ τὸ πρότερον δὴ λεκτέον τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι － －, οὐ μὴν πρὸς ἐκλογὴν καὶ ἀπεκλογήν· δι’ ὃ καὶ τὰ μὲν ἀξίαν ἐκλεκτικὴν ἔχειν, τὰ δ’ ἀπαξίαν ἀπεκλεκτικήν, συμβλητικὴν δ’ οὐδαμῶς πρὸς τὸν εὐδαίμονα βίον.</p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg002.1st1K-grc1" n="119"><p rend="indent"><bibl xml:lang="lat">Diog. Laërt. VII 104.</bibl> διχῶς δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ μὲν τὰ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συνεργοῦντα, ὡς ἔχει πλοῦτος, δόξα, ὑγίεια, ἰσχύς καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶς τούτων <pb facs="stoicorumveterum03arniuoft_0037"/> εὐδαιμονεῖν, τῆς ποιᾶς αὐτῶν χρήσεως εὐδαιμονικῆς οὔσης ἢ κακοδαιμονικῆς. ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττὰς ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθ’ οὕτως λεγομένων· ὁρμῆς γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορμῆς κινητικά, διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, ⟨τὰ δὲ ἀπεκλέγεται⟩, τῶν ἑτέρων ἐπίσης ἐχόντων πρὸς αἵρεσιν καὶ φυγήν.</p></div></div></body></text></TEI>