<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="95"><p rend="indent">Philo de congressu erud. gratia § 141 Vol. III p. 101, 5 Wendl. Τέχνης μὲν γὰρ ὅρος οὗτος· σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, πρός τι τέλος εὔχρηστον (τοῦ εὐχρήστου διὰ τὰς κακοτεχνίας ὑγιῶς προστιθεμένου). Ἐπιστήμης δέ· κατάληψις ἀσφαλὴς καὶ βέβαιος, ἀμετάπτωτος ὑπὸ λόγου. μουσικὴν μὲν οὖν καὶ γραμματικὴν καὶ τὰς συγγενεῖς καλοῦμεν τέχνας —  — φιλοσοφίαν δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἐπιστήμας καὶ τοὺς ἔχοντας αὐτὰς ἐπιστήμονας. φρόνιμοι γάρ εἰσι καὶ σώφρονες καὶ φιλόσοφοι, ὧν οὐδὲ εἷς ἐν τοῖς τῆς διαπεπονημένης ἐπιστήμης σφάλλεται δόγμασι, καθάπερ οἱ προειρημένοι ἐν τοῖς τῶν μέσων τεχνῶν θεωρήμασιν. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="96"><p rend="indent">Sextus Pyrrh. Hypot. III 188. πάλιν οἱ Στωϊκοὶ περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινὰς τὰς ἀρετάς· τέχνην δὲ εἶναί φασι σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων, τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. Πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι κατ’ αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίγνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὡς γενέσθαι τέχνην, <pb facs="stoicorumveterum02arniuoft_0041"/>οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγιγνομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειψούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ’ ἑκάστην τύπωσιν. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="97"><p rend="indent">Sextus adv. math. XI 182. τέχνη γάρ ἐστι σύστημα ἐκ καταλήψεων, καὶ κατάληψίς ἐστι καταληπτικῆς φαντασίας συγκατάθεσις. ibid. 183. πρὸς τούτοις ἡ καταληπτικὴ φαντασία κρίνεται κατὰ τοὺς Στωϊκούς, ὅτι καταληπτική ἐστι τῷ ἀπὸ ὑπάρχοντος γενέσθαι καὶ κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπομεμαγμένως καὶ ἐναπεσφραγισμένως· τό θ’ ὑπάρχον δοκιμάζεται, ὅτι ὑπάρχον ἐστίν, ἐκ τοῦ καταληπτικὴν κινεῖν φαντασίαν. cf. Pyrrh. Hypot. III 242. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="98"><p rend="indent">Ps. Galeni Prognostica ex mathem. scientia 1 Vol. XIX p. 529 K. Περὶ μὲν τοῦ ὑπαρκτὴν εἶναι τὴν μαθηματικὴν ἐπιστήμην ἤρκει καὶ ἡ τῶν Στωϊκῶν φιλοσόφων, ἀνδρῶν καὶ λόγους διεκπεπονημένων καὶ τὸν βίον ὁποῖός ἐστι παραστησάντων δόξα. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="99"><p rend="indent">Philo de congressu erud. gratia § 146 Vol. III p. 102, 15 Wendl. Καίτοιγ’ οὐδὲ τοῦτό τις ἀγνοεῖ, ὅτι πάσαις ταῖς κατὰ μέρος (scil. ἐπιστήμαις) τὰς ἀρχὰς καὶ τὰ σπέρματα, ἐξ ὧν ἀναβλαστεῖν ἔδοξε τὰ θεωρήματα, φιλοσοφία δεδώρηται. Ἰσόπλευρα γὰρ καὶ σκαληνά, κύκλους τε καὶ πολυγώνια καὶ τὰ ἄλλα σχήματα γεωμετρία προσεξεῦρε· σημείου δὲ καὶ γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ φύσιν, ἃ δὴ ῥίζαι καὶ θεμέλιοι τῶν λεχθέντων εἰσίν, οὐκέτι γεωμετρία. Πόθεν γὰρ αὐτῇ λέγειν ὁριζομένῃ, ὅτι σημεῖον μέν ἐστιν, οὗ μέρος οὐδέν, γραμμὴ δὲ μῆκος ἀπλατές, ἐπιφάνεια δὲ ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, στερεὸν δὲ ὃ τὰς τρεῖς ἔχει διαστάσεις, μῆκος, πλάτος, βάθος; Ταῦτα γὰρ ἀνάκειται φιλοσοφίᾳ, καὶ ἡ περὶ ὅρων πραγματεία πᾶσα τῷ φιλοσόφῳ. － Τό γε μὴν γράφειν καὶ ἀναγιγνώσκειν γραμματικῆς τῆς ἀτελεστέρας ἐπάγγελμα, ἣν παρατρέποντές τινες γραμματιστικὴν καλοῦσιν· τῆς δὲ τελειοτέρας ἀνάπτυξις τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν. Ἐπειδὰν οὖν περὶ τῶν τοῦ λόγου διεξέρχωνται μερῶν, τότε οὐ τὰ φιλοσοφίας εὑρήματα παρασπῶνταί τε καὶ παρεργολαβοῦσι; ταύτης γὰρ ἴδιον ἐξετάζειν, τί σύνδεσμος, τί ὄνομα, τί ῥῆμα, τί κοινὸν ὄνομα, τί ἴδιον, τί ἐλλιπὲς ἐν λόγῳ, τί πλῆρες, τί ἀποφαντόν, τί ἐρώτημα, τί πύσμα, τί περιεκτικόν, τί εὐκτικόν, τί ἀρατικόν. τὰς γὰρ περὶ αὐτοτελῶν καὶ ἀξιωμάτων καὶ κατηγορημάτων πραγματείας ἥδ’ ἐστὶν ἡ συνθεῖσα· ἡμίφωνον δὲ ἢ φωνῆεν ἢ παντελῶς ἄφωνον στοιχεῖον ἰδεῖν καὶ πῶς ἕκαστον τούτων εἴωθε λέγεσθαι, καὶ πᾶσα ἡ περὶ φωνῆς καὶ στοιχείων καὶ τῶν τοῦ λόγου μερῶν ἰδέα, οὐ φιλοσοφίᾳ πεπόνηται καὶ κατήνυσται; (l. 31 expecto: προστακτικόν pro περιεκτικόν) </p></div></div></body></text></TEI>