Sextus adv. mat. VIII 409. οἱ δὲ (scil. Stoici) καὶ δι’ ὑποδειγμάτων πειρῶνται τὸ ἀξιούμενον παραμυθεῖσθαι (scil. ὅτι τὰ ἀσώματα οὐ ποιεῖ τι οὐδὲ φαντασιοῖ ἡμᾶς, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ ἐπ’ ἐκείνοις φαντασιούμενοι cf. § 406). ὥσπερ γάρ, φασίν, ὁ παιδοτρίβης καὶ ὁ ὁπλομάχος ἔσθ’ ὅτε μὲν λαβόμενος τῶν χειρῶν τοῦ παιδὸς ῥυθμίζει καὶ διδάσκει τινὰς κινεῖσθαι κινήσεις, ἔσθ’ ὅτε δὲ ἄπωθεν ἑστὼς καί πως κινούμενος ἐν ῥυθμῷ παρέχει ἑαυτὸν ἐκείνῳ πρὸς μίμησιν, οὕτω καὶ τῶν φανταστῶν ἔνια μὲν οἱονεὶ ψαύοντα καὶ θιγγάνοντα τοῦ ἡγεμονικοῦ ποιεῖται τὴν ἐν τούτῳ τύ πωσιν, ὁποῖόν ἐστι τὸ λευκὸν καὶ μέλαν καὶ κοινῶς τὸ σῶμα, ἔνια δὲ τοιαύτην ἔχει φύσιν, τοῦ ἡγεμονικοῦ ἐπ’ αὐτοῖς φαντασιουμένου καὶ οὐχ ὑπ’ αὐτῶν, ὁποῖά ἐστι τὰ ἀσώματα λεκτά. Philo de provid. II § 58 (p. 85 Aucher). Quid tamen, quaeso, sit unquam species, nisi universalis alicuius comprehensio? Et intellectui quid occurrat universale aliud, quod deus prius non fecerit, menti inserens fecunditatem, quae optime est apta ad admovendum sibi singula, occurrentibus signis vel antea conceptis pro naturis inquirendis. Diocles Magnes apud. Diog. Laërt. VII 52. τῶν-νοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατ’ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. κατὰ περίπτωσιν μὲν οὖν ἐνοήθη τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ [τὰ] ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος, κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μέν, ὡς ὁ Τιτυὸς καὶ Κύκλωψ, μειωτικῶς δέ, ὡς ὁ Πυγμαῖος. καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν. κατὰ μετάθεσιν δὲ· οἷον ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους· κατὰ σύνθεσιν δὲ ἐνοήθη Ἱπποκένταυρος· καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται δίκαιόν τι καὶ ἀγαθόν· καὶ κατὰ στέρησιν, οἷον ἄχειρ. - Cf. III n. 72. Sextus adv. math. VIII 56. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως. ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ’ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. - καὶ καθόλου οὐδέν ἐστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὑτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ καθ’ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν (sequuntur exempla) cf. id. IX 393-395. Galenus defin. medicae 126 Vol. XIX p. 381 K. ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις· νόησις δὲ λογικὴ φαντασία.