<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="50"><p rend="indent">Plut. de Stoic. repugn. cp. 9 p. 1035e. Εἰ δέ τις ἐρεῖ, γεγραφέναι τὸν Χρύσιππον ἐν τῷ περὶ Λὁγου Χρήσεως, ὡς <q>Οὐ καθάπαξ ἀφεκτέον ἐστὶ τῶν ἄλλων τῷ τὴν λογικὴν ἀναλαμβάνοντι πρώτην, ἀλλὰ κἀκείνων μεταληπτέον κατὰ τὸ διδόμενον</q> ἀληθῆ μὲν ἐρεῖ etc. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="51"><p rend="indent">Arrianus Epictet. dissert. I 17, 10. ἐκεῖνο ἀπαρκεῖ ὅτι (τὰ λογικά) τῶν ἄλλων ἐστὶ διακριτικὰ καὶ ἐπισκεπτικὰ καὶ ὡς ἄν τις εἴποι μετρητικὰ καὶ στατικά. τίς λέγει ταῦτα; μόνος Χρύσιππος καὶ Ζήνων καὶ Κλεάνθης; <pb facs="stoicorumveterum02arniuoft_0031"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="52"><p rend="indent">Diocles Magnes apud Diog. Laërt. VII, 49. ἀρέσκει τοῖς Στωϊκοῖς τὸν περὶ φαντασίας καὶ αἰσθήσεως προτάττειν λόγον, καθότι τὸ κριτήριον, ᾧ ἡ ἀλήθεια τῶν πραγμάτων γινώσκεται, κατὰ γένος φαντασία ἐστί, καὶ καθότι ὁ περὶ συγκαταθέσεως καὶ ὁ περὶ καταλήψεως καὶ νοήσεως λόγος, προάγων τῶν ἄλλων, οὐκ ἄνευ φαντασίας συνίσταται· προηγεῖται γὰρ ἡ φαντασία, εἶθ’ ἡ διάνοια ἐκλαλητικὴ ὑπάρχουσα, ὃ πάσχει ὑπὸ τῆς φαντασίας, τοῦτο ἐκφέρει λόγῳ. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="53"><p rend="indent">Diog. Laërt. VII 46. τὴν δὲ φαντασίαν εἶναι τύπωσιν ἐν ψυχῇ, τοῦ ὀνόματος οἰκείως μετενηνεγμένου ἀπὸ τῶν τύπων ⟨τῶν⟩ ἐν τῷ κηρῷ ὑπὸ τοῦ δακτυλίου γινομένων. τῆς δὲ φαντασίας τὴν μὲν καταληπτικὴν τὴν δὲ ἀκατάληπτον· καταληπτικὴν μέν, ἣν κριτήριον εἶναι τῶν πραγμάτων φασί, τὴν γινομένην ἀπὸ ὑπάρχοντος κατ’ αὐτὸ τὸ ὑπάρχον ἐναπεσφραγισμένην καὶ ἐναπομεμαγμένην· ἀκατάληπτον δὲ τὴν μὴ ἀπὸ ὑπάρχοντος ἤ ἀπὸ ὑπάρχοντος μέν, μὴ κατ’ αὐτὸ δὲ τὸ ὑπάρχον· τὴν μὴ τρανῆ μηδὲ ἔκτυπον. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="54"><p rend="indent">Aëtii plac. IV. 12, 1 (DDG p. 401, 14). Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα. Gal. hist. philos. 98. cf. Nemesius p. 171-73 ed. Matth. Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γιγνόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν δι’ ὄψεως θεωρῶμεν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ. καὶ ⟨κατὰ⟩ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς· ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. － Εἴρηται δὲ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ <pb facs="stoicorumveterum02arniuoft_0032"/>ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. Φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν· οἷον τὸ λευκὸν καὶ τὸ ψυχρὸν καὶ πᾶν ὅ, τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτ’ ἔστι φανταστόν. Φανταστικὸν δέ ἐστι διάκενος ἑλκυσμός, πάθος ἐν τῇ ψυχῇ ἀπ’ οὐδενὸς φανταστοῦ γινόμενον καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας· τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φανταστικῷ οὐδέν. Φάντασμα δέ ἐστιν ἐφ’ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διά. κενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων· ὁ γοῦν τραγικὸς Ὀρέστης ὅταν λέγῃ (Eur. Or. 255sq.)· ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου, λέγει μὲν αὐτὰ ὡς μεμηνώς, ὁρᾷ δὲ οὐδέν, ἀλλὰ δοκεῖ μόνον· διὸ καί φησιν αὐτῷ Ἠλέκτρα· μένʼ, ὧ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις, ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι, ὡς καὶ παρ’ Ὁμήρῳ Θεοκλύμενος (Od. v 350). </p></div></div></body></text></TEI>