<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" xml:lang="grc"><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="46"><p rend="indent">Galenus de libris propriis 11. Vol. XIX p. 40 K. ἀλλήλοις μὲν λέγω διαφέρεσθαι τοὺς φιλοσόφους ἐν τῇ λογικῇ θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ Πλατωνικούς· ἑαυτῶν δὲ πάλιν ἰδίᾳ τοὺς καθ’ ἑκάστην αὐτῶν· μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="47"><p rend="indent">Galenus de differentia pulsuum II 4. Vol. VIII 578. οὐδὲ γὰρ εὖρον τοὔνομα παρά τινι τῶν Ἐλλήνων· ὥστε οὐδὲ καθ’ οὗ τέτακται πράγματος ὑπ’ Ἀρχιγένους ἐπίσταμαι, καὶ ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου, καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν ὀνομάτων. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="48"><p rend="indent">Diog. Laërt. VII 41. τὸ δὲ λογικὸν μέρος φασὶν ἔνιοι εἰς δύο διαιρεῖσθαι ἐπιστήμας, εἰς ῥητορικὴν καὶ εἰς διαλεκτικήν. —  — 42. τήν τε ῥητορικὴν ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν περὶ τῶν ἐν διεξόδῳ λόγων καὶ τὴν διαλεκτικὴν τοῦ ὀρθῶς διαλέγεσθαι περὶ τῶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει λόγων· ὅθεν καὶ οὕτως αὐτὴν ὁρίζονται· ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. <pb facs="stoicorumveterum02arniuoft_0029"/></p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="49"><p rend="indent">Ammonius in Aristot. Anal. pr. p. 8, 20 Wal. οἱ μὲν Στωϊκοὶ τὴν λογικὴν οὐ μόνον ὄργανον οὐκ ἀξιοῦσι καλεῖσθαι φιλοσοφίας, ἀλλ’ οὐδὲ μόριον τὸ τυχόν, ἀλλὰ μέρος. idem p. 9, 1. οἱ μὲν οὖν Στωϊκοί φασιν ὅτι αὐτὴ ἡ φιλοσοφία τὴν λογικὴν ἀπογεννᾷ καὶ ταύτῃ μέρος ἂν εἴη αὐτῆς. καὶ ἄλλους δὲ πολλοὺς τοιούτους λέγουσι λόγους σαθρούς, δι’ ὧν, ὡς οἴονται, κατασκευάζουσιν ὅτι μέρος ἐστὶν ἡ λογικὴ τῆς φιλοσοφίας. διὸ τοὺς μὲν πολλοὺς ἐατέον, ἐκεῖνον δὲ λεκτέον ὃν οἴονται κατασκευαστικώτατον καὶ δριμύτατον εἶναι. συλλογίζονται γὰρ οὕτως· ἐάν τις τέχνη κέχρηταί τινι ὃ μηδεμιᾶς ἄλλης τέχνης μέρος ἐστὶν ἢ μόριον, τοῦτο πάντως ταύτης τῆς τέχνης ἢ μέρος ἐστὶν ἢ μόριον· οἷον τῇ χειρουργικῇ, φασίν, κέχρηται ἡ ἰαρική, καὶ ἐπειδὴ οὐδεμία ἄλλη τέχνη κέχρηται τῇ χειρουργικῇ ὡς μέρει ἢ μορίῳ, ἡ χειρουργικὴ τῆς ἰατρικῆς οὐκ ἔστιν ὄργανον. ἡ δὲ φιλοσοφία, φησίν κέχρηται τῇ λογικῇ, ἥτις οὐδεμιᾶς ἄλλης τέχνης ⟨μέρος ἐστὶν ἢ μόριον· ἡ λογικὴ ἄρα οὐκ ἔστιν ὄργανον⟩ τῆς φιλοσοφίας ἀλλ’ ἢ μέρος ἢ μόριον. εἰ δέ τις λέγει ὅτι καὶ ἄλλαι τέχναι κέχρηνται τῇ λογικῇ, ὡς ἡ ἰατρικὴ κέχρηται συλλογισμοῖς καὶ ⟨αἱ⟩ ἄλλαι πᾶσαι τέχναι κέχρηνται συλλογισμοῖς, ἐροῦμεν ὅτι κέχρηνται μὲν κἀκεῖναι, ἀλλ’ οὐκ εἰσὶν τῶν μεθόδων ἐπιστήμονες καὶ οὐ προηγουμένως περὶ τοῦτο σπουδάζουσιν· οἷον ὁ ἰατρὸς οὐ προηγουμένως περὶ τὴν συλλογιστικὴν μέθοδον σπουδάζει, οὐδὲ εἴποις μέρος ἢ μόριον ἰατρικῆς εἶναι αὐτήν, ἀλλ’ ὅσον ἐστὶν αὐτῷ χρήοσιμον πρὸς ἀπόδειξιν τῶν ἰατρικῶν θεωρημάτων, τοσοῦτον παραλαμβάνει παρὰ τοῦ διαλεκτικοῦ ὡς ὄργανον· ὁ δὲ φιλόσοφος ἐπιστήμων ἐστὶν ὡς ἔνι μάλιστα τῆς τοιαύτης μεθόδου. ταύτῃ μὲν οὖν οἱ Στωϊκοί, ὡς οἴονται, κατασκευάζουσιν ὅτι οὐκ ὄργανόν ἐστιν ἡ λογική. λοιπὸν δὲ ὅτι ⟨μέρος, οὐ⟩ μόριον. λέγουσιν ὅτι τῶν τριῶν μορίων τοῦ πρακτικοῦ ὕλη μέν ἐστιν τὰ ἀνθρώπινα, τέλος δὲ ἡ τοῦ ἀνθρωπίνου βίου εὐδαιμονία, ἣν ὁ πολιτικὸς σπουδάζει περιποιεῖν· πάλιν δὲ τῶν τοῦ θεωρητικοῦ μορίων ὕλη μέν ἐστι τὰ θεῖα πράγματα, τέλος δὲ ἡ θεωρητικὴ εὐδαιμονία· ἡ δὲ λογικὴ πραγματεία οὔτε ὕλην τὴν αὐτὴν ἔχει οὔτε τέλος· ὕλη μὲν γὰρ αὐτῆς ἐστιν οἱ λόγοι, τέλος δὲ ἡ γνῶσις τῶν ἀποδεικτικῶν μεθόδων· καὶ τὰ ἄλλα γὰρ πάντα εἰς τοῦτο συντελεῖ, εἰς τὸ ἐπιστημονικῶς ἀποδεικνύναι. ὥστε ὑπ’ οὐδέτερον μέρος φιλοσοφίας δύναται τετάχθαι· εἰ γὰρ καὶ περὶ ἀνθρωπίνων καὶ θείων πραγμάτων ἡ λογικὴ πραγματεύεται (κεχρήμεθα γὰρ αὐτῇ ἢ περὶ ἀνθρωπίνων ἢ θείων πραγμάτων διαλεγόμενοι), ἀλλ’ οὐ περὶ ἀνθρώπινα μόνα ἔχει ὡς τὰ τοῦ πρακτικοῦ μόρια, οὐδὲ περὶ θεῖα μόνα ὡς τὰ τοῦ θεωρητικοῦ· ὥστε οὐ μόριον ἀλλὰ τρίτον μέρος ἐστὶν φιλοσοφίας. Quamquam physica pars theoretica vocatur et ethica practica, quod a veterum Stoicorum usu abhorret, probabile tamen videtur, simili ratione veteres probavisse: logicam esse partem philosophiae. cf. Philoponus ad Anal. pr. f. 4a. </p></div><div type="textpart" subtype="fragment" xml:base="urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1" n="49a"><p rend="indent">Alexander Aphrod. in Aristot. Analyt. pr. p. 1, 9 Wal. οἱ μὲν οὖν μέρος αὐτὴν λέγοντες ἠνέχθησαν ἐπὶ τοῦτο, διότι ὥσπερ περὶ τὰ ἄλλα, ἃ ὁμολογεῖται πρὸς ἁπάντων μέρη φιλοσοφίας εἶναι, ἡ φιλοσοφία καταγίνεται ἔργον ποιουμένη τήν τε εὕρεσιν αὐτῶν καὶ τὴν τάξιν τε καὶ τὴν σύστασιν, οὕτω δὴ καὶ περὶ τὴν πραγματείαν τήνδε· οὖσα δὲ ταύτης ἔργον οὐδετέρου <pb facs="stoicorumveterum02arniuoft_0030"/>τῶν λοιπῶν τῆς φιλοσοφίας μερῶν μόριόν ἐστιν, οὔτε τοῦ θεωρητικοῦ οὔτε τοῦ πρακτικοῦ. ἄλλο γὰρ τό τε ὑποκείμενον ταύτῃ κἀκείνων ἑκατέρᾳ καὶ διαφέρουσα ἡ πρόθεσις καθ’ ἑκάστην αὐτῶν· οἷς δὲ διαφέροντα ἐκεῖνα ἀλλήλων ἀντιδιαιρεῖται ἀλλήλοις, τούτοις καὶ ἡ μέθοδος αὕτη ἑκατέρας ἐκείνων διαφέρουσα εὐλόγως ἀντιδιαιρεῖται αὐτοῖς· καὶ γὰρ τῷ ὑποκειμένῳ διαφέρουσα ἐκείνων· ἀξιώματα γὰρ καὶ προτάσεις τὰ ὑποκείμενα ταύτῃ· καὶ τῷ τέλει καὶ τῇ προθέσει· ἡ γὰρ ταύτης πρόθεσις τὸ διὰ τῆς ποιᾶς συνθέσεως τῶν προτάσεων ἐκ τῶν τιθεμένων τε καὶ συγχωρουμένων ἐξ ἀνάγκης τι συναγόμενον δεικνύναι· ὃ οὐδετέρας ἐκείνων τέλος. </p></div></div></body></text></TEI>