Diog. Laërt. VII 40. καὶ οὐθὲν μέρος (ex tribus philosophiae partibus) τοῦ ἑτέρον προκεκρίσθαι, καθ’ ἅ τινες αὐτῶν φασιν, ἀλλὰ μεμῖχθαι αὐτά. καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν. Plut. de Stoic. repugn. c. 9 p. 1035a. Ὁ Χύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκεοᾶσθαι τοὺς νέους, δεύτερον δὲ τῶν ἠθικῶν, μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡσαύτως δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. Πολλάκις δὲ τούτων ὑπ’ αὐτοῦ λεγομένων, ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτω· Πρῶτον μὲν οὖν δοκεῖ μοι, κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα, τρία γένη τῶν τοῦ φιλοσοφου θεωρημάτων εἶναι· τὰ μὲν λογικά, τὰ δὲ ἠθικα, τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικά, δεύτερα δὲ τὰ ἠθικά, τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος, διὸ καὶ τελετὰς ἠγόρευσαν τὰς τούτου παραδόσεις. Diog. Laërt. VII 40. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάττουσι· δεύτερον δὲ τὸ φυσικόν· καὶ τρίτον τὸ ἠθικόν. ὧν ἐστι Ζήνων ἐν τῷ περὶ λόγου καὶ Χρύσιππος etc. Sextus adv. math. VII 22. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ αὐτοὶ ἄρχειν μέν φασι τὰ λογικά, δευτερεύειν δὲ τὰ ἠθικά· τελευταῖα δὲ τετάχθαι τὰ φυσικά. πρῶτον γὰρ δεῖν κατησφαλίσθαι τὸν νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν· ὀχυρωτικὸν δὲ εἶναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτης ἐπὶ προϋποκειμένῃ τῇ λογικῇ δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας δεῖται τῆς ἐπιστάσεως. Cicero de finibus IV 4, 9. Quid? ea quae dialectici nunc tradunt et docent, nonne ab illis instituta sunt scil. a veteribus)? de quibus etsi a Chrysippo maxime est elaboratum, tamem a Zenone minus multo quam ab antiquis. Ab hoc autem quaedam non melius, quam veteres, quaedam omnino relicta. Cumque duae sint artes, quibus perfecte ratio et oratio compleatur, una inveniendi, altera disserendi, hanc posteriorem et Stoici et Peripatetici, priorem autem illi egregie tradiderunt, hi omnino ne attigerunt quidem.