Pausanias I 17, 2. Ἐν δὲ τῷ γυμνασίῳ τῆς ἀγορᾶς ἀπέχοντι οὐ πολύ, Πτολεμαίου δὲ ἀπὸ τοῦ κατασκευασαμένου καλουμένῳ, λίθου τέ εἰσιν Ἑρμαῖ θέας ἄξιοι —  — καὶ ὅ τε Λίβυς Ἰόβας ἐνταῦθα κεῖται καὶ Χρύσιππος ὁ Σολεύς. Plut. de Stoic. repugn. cp. 2 p. 1033e. Ἀριστοκρέων γοῦν, ὁ Χρυσίππου μαθητὴς καὶ οἰκεῖος εἰκόνα χαλκῆν ἀναστηλώσας ἐνέγραψε τόδε τὸ ἐλεγεῖον. τόνδε νέον Χρύσιππον Ἀριστοκρέων ἀνέθηκε τῶν Ἀκαδημιακῶν στραγγαλίδων κοπίδα. Quintilianus instit. orat. XII 7, 9. at si res familiaris amplius aliquid ad usus necessarios exiget, secundum omnium sapientium leges patietur sibi gratiam referri, cum et Socrati collatum sit ad victum et Zenon, Cleanthes, Chrysippus mercedes a discipulis acceptaverint. Ind. Stoic. Herc. col. XLI. λέγετ(αι) δ’ εἶναι ταῦτα· ὡς οὐδεὶς ἂν | ἐκεῖνον οὔτε ταχέως με|τ’ ἄλλων εἶδεν ἢ τῶν ἀ|κροατῶν καὶ ζηλωτῶν | καὶ σε . . . . Diog. Laërt. VII 183. οὕτω δ’ ἦν φρονηματίας (ὁ Χρύσιππος) ὥστ’ ἐρομένου τινός· τίνι συστήσω τὸν υἱόν εἰπεῖν· ἐμοί· εἰ γὰρ ὑπελάμβανον εἶναί τινα ἐμοῦ βελτίονα, παρ’ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν. ὅθεν φασὶν ἐπ’ αὐτοῦ λεχθῆναι. (κ 495) καὶ· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἥν στοά.